Thesauros Edebiyat Tarih ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς Appianus of Alexandria
XI οἱ δὲ περὶ μὲν τῶν δώρων ἐνεκελεύσαντο ἀλλήλοις· καί φασιν οὐδένα λαβεῖν οὐδέν, οὔτε ἄνδρα οὔτε γυναῖκα. ἀπεκρίναντο δʼ αὐτῷ, καθὰ καὶ πρότερον, ἀπελθόντα Πύρρον ἐξ Ἰταλίας πρεσβεύειν πρὸς αὐτοὺς ἄνευ δώρων· ἀπορήσειν γὰρ οὐδενὸς τῶν δικαίων. τοὺς δὲ πρέσβεις καὶ αὐτοὶ πολυτελῶς ἐξένιζον, καὶ Πύρρῳ τοὺς Ταραντίνων καὶ τῶν ἄλλων αὐτοῦ συμμάχων αἰχμαλώτους ἀντέπεμπον. ὁ μὲν δὴ Πύρρος ἐπὶ τούτοις ἐς Σικελίαν διέπλει μετά τε τῶν ἐλεφάντων καὶ ὀκτακισχιλίων ἱππέων, ὑποσχόμενος τοῖς συμμάχοις ἐκ Σικελίας ἐπανήξειν ἐς τὴν Ἰταλίαν. καὶ ἐπανῆλθεν ἔτει τρίτῷ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας.
XII ὅτι Πύρρος μετὰ τὴν μάχην καὶ τὰς πρὸς Ῥωμαίους συνθήκας ἐς Σικελίαν διέπλει, ὑποσχόμενος τοῖς συμμάχοις ἐκ Σικελίας ἐπανήξειν ἐς Ἰταλίαν. καὶ ἐπανῆλθεν ἔτει τρίτῳ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας, ἤδη καὶ τοῖς Σικελιώταις βαρὺν ἐπί τε ξενίαις καὶ χορηγίαις καὶ φρουραῖς καὶ ἐσφοραῖς γενόμενον. ὁ μὲν δὴ πλούσιος ἐν τῶνδε γεγονὼς ἐς τὸ Ῥήγιον διέπλει ναυσὶ καταφράκτοις δέκα καὶ ἑκατόν, φορτίσι δὲ καὶ ὁλκάσι πολὺ πλείοσιν· οἱ δὲ Καρχηδόνιοι διαναυμαχήσαντες αὐτῷ κατέδυσαν ναῦς ἑβδομήκοντα, καὶ τὰς λοιπὰς ἄπλους ἐποίησαν, πλὴν δώδεκα μόνων, αἷς ὁ Πύρρος διαφυγὼν ἐτίνυτο Λοκροὺς τοὺς ἐπιζεφυρίους, ὅτι φρουρὰν αὐτοῦ καὶ τὸν φρούραρχον αὐτῆς, ὑβρίσαντας ἐς αὐτούς, ἀνῃρήκεσαν. ὠμῶς δʼ αὐτοὺς καὶ πικρῶς κτείνων τε καὶ συλῶν ὁ Πύρρος οὐδὲ τῶν ἀναθημάτων τῆς Περσεφόνης ἀπέσχετο, ἐπισκώψας τὴν ἄκαιρον θεοσέβειαν εἶναι δεισιδαιμονίαν, τὸ δὲ συλλέξαι πλοῦτον ἄπονον εὐβουλίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi