Kitap 9
29.8
Πάμφως δέ, ὃς Ἀθηναίοις τῶν ὕμνων ἐποίησε τοὺς ἀρχαιοτάτους, οὗτος ἀκμάζοντος ἐπὶ τῷ Λίνῳ τοῦ πένθους Οἰτόλινον ἐκάλεσεν αὐτόν. Σαπφὼ δὲ ἡ Λεσβία τοῦ Οἰτολίνου τὸ ὄνομα ἐκ τῶν ἐπῶν τῶν Πάμφω μαθοῦσα Ἄδωνιν ὁμοῦ καὶ Οἰτόλινον ᾖσεν. Θηβαῖοι δὲ λέγουσι παρὰ σφίσι ταφῆναι τὸν Λίνον, καὶ ὡς μετὰ τὸ πταῖσμα τὸ ἐν Χαιρωνείᾳ τὸ Ἑλληνικὸν Φίλιππος ὁ Ἀμύντου κατὰ δή τινα ὄψιν ὀνείρατος τὰ ὀστᾶ ἀνελόμενος τοῦ Λίνου κομίσειεν ἐς Μακεδονίαν·
29.9
ἐκεῖνον μὲν δὴ αὖθις ἐξ ἐνυπνίων ἄλλων ὀπίσω τοῦ Λίνου τὰ ὀστᾶ ἐς Θήβας ἀποστεῖλαι, τὰ δὲ ἐπιθήματα τοῦ τάφου, καὶ ὅσα σημεῖα ἄλλα ἦν, ἀνὰ χρόνον φασὶν ἀφανισθῆναι. λέγεται δὲ καὶ ἄλλα τοιάδε ὑπὸ Θηβαίων, ὡς τοῦ Λίνου τούτου γένοιτο ὕστερον ἕτερος Λίνος καλούμενος Ἰσμηνίου καὶ ὡς Ἡρακλῆς ἔτι παῖς ὢν ἀποκτείνειεν αὐτὸν διδάσκαλον μουσικῆς ὄντα. ἔπη δὲ οὔτε ὁ Ἀμφιμάρου Λίνος οὔτε ὁ τούτου γενόμενος ὕστερον ἐποίησαν· ἢ καὶ ποιηθέντα ἐς τοὺς ἔπειτα οὐκ ἦλθεν.
30.1
ταῖς Μούσαις δὲ ἀγάλματα τὰ μὲν πρῶτά ἐστι Κηφισοδότου τέχνη πάσαις, προελθόντι δὲ οὐ πολὺ τρεῖς μέν εἰσιν αὖθις Κηφισοδότου, Στρογγυλίωνος δὲ ἕτερα τοσαῦτα, ἀνδρὸς βοῦς καὶ ἵππους ἄριστα εἰργασμένου· τὰς δὲ ὑπολοίπους τρεῖς ἐποίησεν Ὀλυμπιοσθένης. καὶ Ἀπόλλων χαλκοῦς ἐστιν ἐν Ἑλικῶνι καὶ Ἑρμῆς μαχόμενοι περὶ τῆς λύρας, καὶ Διόνυσος ὁ μὲν Λυσίππου, τὸ δὲ ἄγαλμα ἀνέθηκε Σύλλας τοῦ Διονύσου τὸ ὀρθόν, ἔργον τῶν Μύρωνος θέας μάλιστα ἄξιον μετά γε τὸν Ἀθήνῃσιν Ἐρεχθέα· ἀνέθηκε δὲ οὐκ οἴκοθεν, Ὀρχομενίους δὲ ἀφελόμενος τοὺς Μινύας. τοῦτό ἐστι τὸ ὑπὸ Ἑλλήνων λεγόμενον θυμιάμασιν ἀλλοτρίοις τὸ θεῖον σέβεσθαι.