Kitap 9
5.7
μαρτυρεῖ δέ μοι τῷ λόγῳ καὶ Ὅμηρος ἐν τῇ Ὀδυσσείᾳ· οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. Hom. Od. 11.263ὅτι δὲ Ἀμφίων ᾖδε καὶ τὸ τεῖχος ἐξειργάζετο πρὸς τὴν λύραν, οὐδένα ἐποιήσατο λόγον ἐν τοῖς ἔπεσι· δόξαν δὲ ἔσχεν Ἀμφίων ἐπὶ μουσικῇ, τήν τε ἁρμονίαν τὴν Λυδῶν κατὰ κῆδος τὸ Ταντάλου παρʼ αὐτῶν μαθὼν καὶ χορδὰς ἐπὶ τέσσαρσι ταῖς πρότερον τρεῖς ἀνευρών.
5.8
ὁ δὲ τὰ ἔπη τὰ ἐς Εὐρώπην ποιήσας φησὶν Ἀμφίονα χρήσασθαι λύρᾳ πρῶτον Ἑρμοῦ διδάξαντος· πεποίηκε δὲ καὶ περὶ λίθων καὶ θηρίων, ὅτι καὶ ταῦτα ᾄδων ἦγε. Μυρὼ δὲ Βυζαντία, ποιήσασα ἔπη καὶ ἐλεγεῖα, Ἑρμῇ βωμόν φησιν ἱδρύσασθαι πρῶτον Ἀμφίονα καὶ ἐπὶ τούτῳ λύραν παρʼ αὐτοῦ λαβεῖν. λέγεται δὲ καὶ ὡς ἐν Ἅιδου δίκην δίδωσιν ὁ Ἀμφίων ὧν ἐς Λητὼ καὶ τοὺς παῖδας καὶ αὐτὸς ἀπέρριψε·
5.9
κατὰ δὲ τὴν τιμωρίαν τοῦ Ἀμφίονος ἔστιν ἔπη ποιήσεως Μινυάδος, ἔχει δὲ ἐς Ἀμφίονα κοινῶς καὶ ἐς τὸν Θρᾷκα Θάμυριν. ὡς δὲ τὸν οἶκον τὸν Ἀμφίονος καὶ Ζήθου τὸν μὲν ἡ νόσος ἡ λοιμώδης ἠρήμωσε, Ζήθῳ δὲ τὸν παῖδα ἀπέκτεινεν ἡ τεκοῦσα κατὰ δή τινα ἁμαρτίαν, ἐτεθνήκει δὲ ὑπὸ λύπης καὶ αὐτὸς ὁ Ζῆθος, οὕτω Λάιον ἐπὶ βασιλείᾳ κατάγουσιν οἱ Θηβαῖοι.