Kitap 8
29.4
ἀναξηρανθέντος δὲ τοῦ ἀρχαίου ῥεύματος, κεραμεᾶ τε ἐν αὐτῷ σορὸς πλέον ἢ ἑνός τε καὶ δέκα εὑρέθη πηχῶν καὶ ὁ νεκρὸς μέγεθός τε ἦν κατὰ τὴν σορὸν καὶ ἄνθρωπος διὰ παντὸς τοῦ σώματος. τοῦτον τὸν νεκρὸν ὁ ἐν Κλάρῳ ὁ θεός, ἀφικομένων ἐπὶ τὸ χρηστήριον τῶν Σύρων, εἶπεν Ὀρόντην εἶναι, γένους δὲ αὐτὸν εἶναι τοῦ Ἰνδῶν. εἰ δὲ τὴν γῆν τὸ ἀρχαῖον οὖσαν ὑγρὰν ἔτι καὶ ἀνάπλεων νοτίδος θερμαίνων ὁ ἥλιος τοὺς πρώτους ἐποίησεν ἀνθρώπους, ποίαν εἰκός ἐστιν ἄλλην χώραν ἢ προτέραν τῆς Ἰνδῶν ἢ μείζονας ἀνεῖναι τοὺς ἀνθρώπους, ἥ γε καὶ ἐς ἡμᾶς ἔτι καὶ ὄψεως τῷ παραλόγῳ καὶ μεγέθει διάφορα ἐκτρέφει θηρία;
29.5
τοῦ δὲ χωρίου τοῦ ὀνομαζομένου Βάθους σταδίους ὡς δέκα ἀφέστηκεν ἡ καλουμένη Βασιλίς· ταύτης ἐγένετο οἰκιστὴς Κύψελος ὁ Κρεσφόντῃ τῷ Ἀριστομάχου τὴν θυγατέρα ἐκδούς· ἐπʼ ἐμοῦ δὲ ἐρείπια ἡ Βασιλὶς ἦν καὶ Δήμητρος ἱερὸν ἐν αὐτοῖς ἐλείπετο Ἐλευσινίας. ἐντεῦθεν δὲ προϊὼν τὸν Ἀλφειὸν αὖθις διαβήσῃ καὶ ἐπὶ Θωκνίαν ἀφίξῃ, τὸ ὄνομα ἀπὸ Θώκνου τοῦ Λυκάονος ἔχουσαν, ἐς ἅπαν δὲ ἐφʼ ἡμῶν ἔρημον· ἐλέγετο δὲ ὁ Θῶκνος ἐν τῷ λόφῳ κτίσαι τὴν πόλιν. ποταμὸς δὲ ὁ Ἀμίνιος ῥέων παρὰ τὸν λόφον ἐς τὸν Ἑλισσόντα ἐκδίδωσι, καὶ οὐ πολὺ ἄπωθεν ἐς τὸν Ἀλφειὸν ὁ Ἑλισσών.
30.1
ὁ δὲ Ἑλισσὼν οὗτος ἀρχόμενος ἐκ κώμης ὁμωνύμου —καὶ γὰρ τῇ κώμῃ τὸ ὄνομα Ἑλισσών ἐστι—τήν τε Διπαιέων καὶ τὴν Λυκαιᾶτιν χώραν, τρίτα δὲ αὐτὴν διεξελθὼν Μεγάλην πόλιν, εἴκοσι σταδίοις ἀπωτέρω Μεγαλοπολιτῶν τοῦ ἄστεως κάτεισιν ἐς τὸν Ἀλφειόν. πλησίον δὲ ἤδη τῆς πόλεως Ποσειδῶνός ἐστιν Ἐπόπτου ναός· ἐλείπετο δὲ τοῦ ἀγάλματος ἡ κεφαλή.