Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 8

27.5 τὸ μὲν δὴ ἄλλο Ἀρκαδικὸν οὔτε τι παρέλυε τοῦ κοινοῦ δόγματος καὶ συνελέγοντο ἐς τὴν Μεγάλην πόλιν σπουδῇ· Λυκαιᾶται δὲ καὶ Τρικολωνεῖς καὶ Λυκοσουρεῖς τε καὶ Τραπεζούντιοι μετεβάλοντο Ἀρκάδων μόνοι, καὶ—οὐ γὰρ συνεχώρουν ἔτι τὰ ἄστη τὰ ἀρχαῖα ἐκλιπεῖν— οἱ μὲν αὐτῶν καὶ ἄκοντες ἀνάγκῃ κατήγοντο ἐς τὴν Μεγάλην πόλιν, Τραπεζούντιοι δὲ ἐκ Πελοποννήσου
27.6 τὸ παράπαν ἐξεχώρησαν, ὅσοι γε αὐτῶν ἐλείφθησαν καὶ μὴ σφᾶς ὑπὸ τοῦ θυμοῦ παραυτίκα διεχρήσαντο οἱ Ἀρκάδες· τοὺς δὲ αὐτῶν ἀνασωθέντας ἀναπλεύσαντας ναυσὶν ἐς τὸν Πόντον συνοίκους ἐδέξαντο μητροπολίτας τʼ ὄντας καὶ ὁμωνύμους οἱ Τραπεζοῦντα ἔχοντες τὴν ἐν τῷ Εὐξείνῳ. Λυκοσουρεῦσι δὲ καὶ ἀπειθήσασιν ἐγένετο ὅμως παρὰ τῶν Ἀρκάδων αἰδὼς Δήμητρός τε ἕνεκα καὶ Δεσποίνης ἐλθοῦσιν ἐς τὸ ἱερόν.
27.7 τῶν δὲ ἄλλων τῶν κατειλεγμένων πόλεων αἱ μὲν ἐς ἅπαν εἰσὶν ἐφʼ ἡμῶν ἔρημοι, τὰς δὲ ἔχουσιν οἱ Μεγαλοπολῖται κώμας, Γόρτυνα Διποίνας Θεισόαν τὴν πρὸς Ὀρχομενῷ Μεθύδριον Τεῦθιν Καλλιὰς Ἑλισσόντα· μόνη δὲ ἐξ αὐτῶν Παλλάντιον ἔμελλεν ἄρα ἠπιωτέρου πειρᾶσθαι καὶ τότε τοῦ δαίμονος. τοῖς δὲ Ἀλιφηρεῦσι παραμεμένηκεν ἐξ ἀρχῆς πόλιν σφᾶς καὶ ἐς τόδε νομίζεσθαι.
27.8 συνῳκίσθη δὲ ἡ Μεγάλη πόλις ἐνιαυτῷ τε τῷ αὐτῷ καὶ μησίν τε ὀλίγοις ὕστερον ἢ τὸ πταῖσμα ἐγένετο Λακεδαιμονίων τὸ ἐν Λεύκτροις, Φρασικλείδου μὲν Ἀθήνησιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς ἑκατοστῆς Ὀλυμπιάδος καὶ δευτέρας, ἣν Δάμων Θούριος ἐνίκα στάδιον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi