Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 8

21.3 τῇ δὲ Κλειτορίων πόλει τὸ μὲν ὄνομα ἀπὸ τοῦ παιδὸς ἐτέθη τοῦ Ἀζᾶνος, οἰκεῖται δʼ ἐν ὁμαλῷ, κύκλῳ δὲ ὄρη περιέχοντά ἐστιν οὐ μεγάλα. Κλειτορίοις δὲ ἱερὰ τὰ ἐπιφανέστατα Δήμητρος τό τε Ἀσκληπιοῦ, τρίτον δέ ἐστιν Εἰλειθυίας εἶναι, καὶ ἀριθμὸν ἐποίησεν οὐδένα ἐπʼ αὐτοῖς· Λύκιος δὲ Ὠλὴν ἀρχαιότερος τὴν ἡλικίαν, Δηλίοις ὕμνους καὶ ἄλλους ποιήσας καὶ ἐς Εἰλείθυιαν τε, εὔλινόν τε αὐτὴν ἀνακαλεῖ— δῆλον ὡς τῇ πεπρωμένῃ τὴν αὐτήν—καὶ Κρόνου πρεσβυτέραν φησὶν εἶναι.
21.4 Κλειτορίοις δὲ καὶ Διοσκούρων, καλουμένων δὲ θεῶν Μεγάλων ἐστὶν ἱερὸν ὅσον τέσσαρα ἀπέχον στάδια ἀπὸ τῆς πόλεως· καὶ ἀγάλματά ἐστιν αὐτοῖς χαλκᾶ. πεποίηται δὲ καὶ ἐπὶ ὄρους κορυφῆς σταδίοις τριάκοντα ἀπωτέρω τῆς πόλεως ναὸς καὶ ἄγαλμα Ἀθηνᾶς Κορίας.
22.1 ἐπανάγει δὲ ὁ λόγος με ἐπὶ Στύμφαλον καὶ ἐπὶ τοὺς Φενεατῶν καὶ Στυμφαλίων ὅρους, τὸ ὀνομαζόμενον Γερόντειον. Στυμφάλιοι δὲ τεταγμένοι μὲν οὐ μετὰ Ἀρκάδων ἔτι εἰσὶν, ἀλλὰ ἐς τὸ Ἀργολικὸν συντελοῦσι μεταστάντες ἐς αὐτὸ ἐθελονταί· γένους δὲ εἶναι σφᾶς τοῦ Ἀρκάδων τὰ ἔπη μαρτυρεῖ τὰ Ὁμήρου, καὶ ὁ Στύμφαλος ὁ οἰκιστὴς ἀπόγονος ἦν τρίτος Ἀρκάδος τοῦ Καλλιστοῦς. λέγεται δὲ ἐξ ἀρχῆς ἑτέρωθι οἰκισθῆναι τῆς χώρας καὶ οὐκ ἐς τὴν ἐφʼ ἡμῶν πόλιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi