Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 8

19.4 λείπεται δὲ ἐκ Φενεοῦ τῶν ὁδῶν, αἵ εἰσι πρὸς ἡλίου δυσμῶν, ἡ ἐν ἀριστερᾷ. αὕτη δὲ ἡ ὁδὸς ἄγει μὲν ἐς Κλείτορα, καθήκει δὲ παρὰ τοῦ Ἡρακλέους τὸ ἔργον, ὃ τῷ ποταμῷ ῥεῦμα ἐποίησεν εἶναι τῷ Ἀροανίῳ. παρὰ τοῦτο ἡ ὁδὸς κάτεισιν ἐπὶ χωρίον Λυκουρίαν, καὶ ἔστι Φενεάταις ἡ Λυκουρία πρὸς Κλειτορίους ὅροι τῆς γῆς.
20.1 προελθόντων δὲ σταδίους ὡς πεντήκοντα ἐκ Λυκουρίας, ἐπὶ τοῦ Λάδωνος ἀφίξῃ τὰς πηγάς· ἤκουσα δὲ ὡς τὸ ὕδωρ τὸ λιμνάζον ἐν τῇ Φενεατικῇ, κατερχόμενον ἐς τὰ βάραθρα τὰ ἐν τοῖς ὄρεσιν, ἄνεισιν ἐνταῦθα καὶ ποιεῖ τῷ Λάδωνι τὰς πηγάς. τοῦτο μὲν δὴ οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε οὕτως εἴτε ἄλλως ἐστὶν ἔχον· ὁ δὲ Λάδων ποταμῶν τῶν ἐν Ἑλλάδι ὕδωρ παρέχεται κάλλιστον, ἔχει δὲ καὶ ἄλλως ἐς ἀνθρώπους φήμην Δάφνης τε εἵνεκα καὶ †τὰ ᾀδόμενα ἐς τὴν Δάφνην.
20.2 τοῦ λόγου δὲ τοῦ ἐς Δάφνην τὰ μὲν Σύροις τοῖς οἰκοῦσιν ἐπὶ Ὀρόντῃ ποταμῷ παρίημι, λέγεται δὲ καὶ ἄλλα τοιάδε ὑπὸ Ἀρκάδων καὶ Ἠλείων. Οἰνομάῳ τῷ δυναστεύσαντι ἐν Πίσῃ Λεύκιππος ἦν υἱός. οὗτος ἐρασθεὶς Δάφνης ὁ Λεύκιππος ἐκ μὲν τοῦ εὐθέος μνώμενος γυναῖκα ἕξειν ἀπεγίνωσκεν αὐτὴν ἅτε ἅπαν τὸ ἄρσεν γένος φεύγουσαν· παρέστη δέ οἱ τοιόνδε ἐς αὐτὴν σόφισμα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi