Kitap 8
52.6
τὸ δὲ ἐπίγραμμά ἐστιν ἐπὶ τῷ Φιλοποίμενι τὸ ἐν Τεγέᾳ· τοῦδʼ ἀρετὰ καὶ δόξα καθʼ Ἑλλάδα, πολλὰ μὲν ἀλκαῖς, πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένου, Ἀρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδος ἕσπετʼ ἐνὶ πτολέμῳ δούρατος ἁγεμόνι. μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννων Σπάρτας· αὐξομέναν δʼ ἄρατο δουλοσύναν. ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱόν στᾶσεν, ἀμωμήτου κράντορʼ ἐλευθερίας. τοῦτο μὲν δὴ ἐνταῦθά ἐστιν ἐπίγραμμα·
53.1
τῷ δὲ Ἀπόλλωνι οἱ Τεγεᾶται τῷ Ἀγυιεῖ τὰ ἀγάλματα ἐπʼ αἰτίᾳ φασὶν ἱδρύσασθαι τοιᾷδε. Ἀπόλλωνα καὶ Ἄρτεμιν ἐπὶ πᾶσαν λέγουσι χώραν τιμωρεῖσθαι τῶν τότε ἀνθρώπων ὅσοι Λητοῦς, ἡνίκα εἶχεν ἐν τῇ γαστρί, πλανωμένης καὶ ἀφικομένης ἐς τὴν γῆν ἐκείνην οὐδένα ἐποιήσαντο αὐτῆς λόγον.
53.2
ὡς δὲ ἄρα καὶ ἐς τὴν Τεγεατῶν ἐληλυθέναι τοὺς θεούς, ἐνταῦθα υἱὸν Τεγεάτου Σκέφρον προσελθόντα τῷ Ἀπόλλωνι ἐν ἀπορρήτῳ διαλέγεσθαι πρὸς αὐτόν· Λειμὼν δὲ—ἦν δὲ καὶ ὁ Λειμὼν οὗτος Τεγεάτου τῶν παίδων—ὑπονοήσας ἔγκλημα ἔχειν ἐς ἑαυτὸν τὰ ὑπὸ Σκέφρου λεγόμενα, ἀποκτίννυσιν ἐπιδραμὼν τὸν ἀδελφόν.
53.3
καὶ Λειμῶνα μὲν τοξευθέντα ὑπὸ Ἀρτέμιδος περιῆλθεν αὐτίκα ἡ δίκη τοῦ φόνου· Τεγεάτης δὲ καὶ Μαιρὰ τὸ μὲν παραυτίκα Ἀπόλλωνι καὶ Ἀρτέμιδι θύουσιν, ὕστερον δὲ ἐπιλαβούσης ἀκαρπίας ἰσχυρᾶς ἦλθε μάντευμα ἐκ Δελφῶν Σκέφρον θρηνεῖν. καὶ ἄλλα τε ἐν τοῦ Ἀγυιέως τῇ ἑορτῇ δρῶσιν ἐς τιμὴν τοῦ Σκέφρου καὶ ἡ τῆς Ἀρτέμιδος ἱέρεια διώκει τινὰ ἅτε αὐτὴ τὸν Λειμῶνα ἡ Ἄρτεμις.