Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 8

5.7 Ὁλαίας δὲ ἦν Κυψέλου παῖς, ὃς καὶ τῆς ἀδελφῆς τὸν παῖδα Αἴπυτον, σὺν δὲ αὐτῷ καὶ οἱ ἐκ Λακεδαίμονος καὶ Ἄργους Ἡρακλεῖδαι κατάγουσιν ἐς Μεσσήνην. τοῦ δὲ ἦν Βουκολίων, τοῦ δὲ Φίαλος, ὃς τὸν Λυκάονος Φίγαλον οἰκιστὴν ὄντα ἀφελόμενος τὴν τιμὴν Φιαλίαν τὸ ὄνομα τῇ πόλει μετέθετο ἀφʼ ἑαυτοῦ· οὐ μὴν καὶ ἐς ἅπαν γε ἐξενίκησεν.
5.8 ἐπὶ δὲ Σίμου τοῦ Φιάλου βασιλεύοντος ἠφανίσθη Φιγαλεῦσιν ὑπὸ πυρὸς τῆς Μελαίνης Δήμητρος τὸ ἀρχαῖον ξόανον· ἐσήμαινε δὲ ἄρα οὐ μετὰ πολὺ ἔσεσθαι καὶ αὐτῷ Σίμῳ τοῦ βίου τὴν τελευτήν. Πόμπου δὲ ἐκδεξαμένου τοῦ Σίμου τὴν ἀρχήν, Αἰγινῆται κατὰ ἐμπορίαν ἐσέπλεον ναυσὶν ἐς Κυλλήνην, ἐκεῖθεν δὲ ὑποζυγίοις τὰ φορτία ἀνῆγον παρὰ τοὺς Ἀρκάδας. ἀντὶ τούτου ἐτίμησεν ὁ Πόμπος μεγάλως, καὶ δὴ καὶ ὄνομα Αἰγινήτην τῷ παιδὶ ἔθετο ἐπὶ τῶν Αἰγινητῶν τῇ φιλίᾳ.
5.9 μετὰ δὲ Αἰγινήτην Πολυμήστωρ ἐγένετο ὁ Αἰγινήτου βασιλεὺς Ἀρκάδων, καὶ Λακεδαιμόνιοι καὶ Χάριλλος πρῶτον τότε ἐς τὴν Τεγεατῶν ἐσβάλλουσι στρατιᾷ· καὶ σφᾶς αὐτοί τε οἱ Τεγεᾶται καὶ γυναῖκες ὅπλα ἐνδῦσαι μάχῃ νικῶσι, καὶ τόν τε ἄλλον στρατὸν καὶ αὐτὸν Χάριλλον ζῶντα αἱροῦσι. Χαρίλλου μὲν δὴ καὶ τῆς σὺν αὐτῷ στρατιᾶς ἐς πλέον μνήμην ποιησόμεθα ἐν τοῖς Τεγεατικοῖς·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi