Kitap 7
26.1
ἐς δὲ τὸ ἐπίνειον τὸ Αἰγειρατῶν—ὄνομα τὸ αὐτὸ ἥ τε πόλις καὶ τὸ ἐπίνειον ἔχει—, ἐς οὖν τὸ ἐπίνειον Αἰγειρατῶν δύο καὶ ἑβδομήκοντα ἀπὸ τοῦ κατὰ τὴν ὁδὸν τὴν Βουραϊκήν εἰσιν Ἡρακλέους στάδιοι. ἐπὶ θαλάσσῃ μὲν δὴ Αἰγειράταις οὐδέν ἐστιν ἐς μνήμην, ὁδὸς δὲ ἐκ τοῦ ἐπινείου δύο σταδίων καὶ δέκα ἐς τὴν ἄνω πόλιν.
26.2
Ὁμήρου δὲ ἐν τοῖς ἔπεσιν Ὑπερησία ὠνόμασται· τὸ δὲ ὄνομα τὸ νῦν ἐγένετο Ἰώνων ἐποικούντων, ἐγένετο δὲ ἐπʼ αἰτίᾳ τοιᾷδε. Σικυωνίων ἀφίξεσθαι στρατὸς ἔμελλεν αὐτοῖς πολέμιος ἐς τὴν γῆν· οἱ δὲ —οὐ γὰρ ἐδόκουν ἀξιόμαχοι τοῖς Σικυωνίοις εἶναι— ἀθροίζουσιν αἶγας, ὁπόσαι σφίσιν ἦσαν ἐν τῇ χώρᾳ, συλλέξαντες δὲ ἔδησαν πρὸς τοῖς κέρασιν αὐτῶν δᾷδας, καὶ ὡς πρόσω νυκτὸς ἦν, ἐξάπτουσι τὰς δᾷδας.
26.3
Σικυώνιοι δὲ—ἰέναι γὰρ συμμάχους τοῖς Ὑπερησιεῦσιν ἤλπιζον καὶ εἶναι τὴν φλόγα καὶ ἐκ τοῦ ἐπικουρικοῦ πυρός—οἱ μὲν οἴκαδε ἐπανήρχοντο, Ὑπερησιεῖς δὲ τῇ τε πόλει τὸ ὄνομα τὸ νῦν μετέθεντο ἀπὸ τῶν αἰγῶν, καὶ καθότι αὐτῶν ἡ καλλίστη καὶ ἡγουμένη τῶν ἄλλων ὤκλασεν, Ἀρτέμιδος Ἀγροτέρας ἐποιήσαντο ἱερόν, τὸ σόφισμα ἐς τοὺς Σικυωνίους οὐκ ἄνευ τῆς Ἀρτέμιδός σφισιν ἐπελθεῖν νομίζοντες.