Kitap 7
23.2
μετὰ δὲ οὐ πολὺν χρόνον οὔτε ὡραῖος ἔτι ἐφαίνετο Σέλεμνος οὔτε ὡς αὐτὸν φοιτήσειν ἔμελλεν ἡ νύμφη, Σέλεμνον δὲ μονωθέντα Ἀργυρᾶς καὶ τελευτήσαντα ὑπὸ τοῦ ἔρωτος ἐποίησεν Ἀφροδίτη ποταμόν. λέγω δὲ τὰ ὑπὸ Πατρέων λεγόμενα. καὶ—ἤρα γὰρ καὶ ὕδωρ γενόμενος Ἀργυρᾶς, καθότι ἔχει καὶ ἐπὶ τῷ Ἀλφειῷ λόγος Ἀρεθούσης ἔτι ἐρᾶν αὐτόν—δωρεῖται καὶ τῷδε Ἀφροδίτη Σέλεμνον·
23.3
ἐς λήθην ἄγει τὸν ποταμὸν Ἀργυρᾶς. ἤκουσα δὲ καὶ ἄλλον ἐπʼ αὐτῷ λόγον, τὸ ὕδωρ τοῦ Σελέμνου σύμφορον καὶ ἀνδράσιν εἶναι καὶ γυναιξὶν ἐς ἔρωτος ἴαμα, λουομένοις ἐν τῷ ποταμῷ λήθην ἔρωτος γίνεσθαι. εἰ δὲ μέτεστιν ἀληθείας τῷ λόγῳ, τιμιώτερον χρημάτων πολλῶν ἐστιν ἀνθρώποις τὸ ὕδωρ τοῦ Σελέμνου.
23.4
ἀπωτέρω δὲ Ἀργυρᾶς ποταμός ἐστιν ὀνομαζόμενος Βολιναῖος, καὶ πόλις ποτὲ ᾠκεῖτο πρὸς αὐτῷ Βολίνα. παρθένου δὲ ἐρασθῆναι Βολίνης Ἀπόλλωνα, τὴν δὲ φεύγουσαν ἐς τὴν ταύτῃ φασὶν ἀφεῖναι θάλασσαν αὑτήν, καὶ ἀθάνατον γενέσθαι χάριτι τοῦ Ἀπόλλωνος. ἐφεξῆς δὲ ἄκρα τε ἐς τὴν θάλασσαν ἔχει, καὶ ἐπʼ αὐτῇ λέγεται λόγος ὡς Κρόνος τῆς θαλάσσης ἐνταῦθα ἔρριψε τὸ δρέπανον, ᾧ τὸν πατέρα Οὐρανὸν ἐλυμήνατο· ἐπὶ τούτῳ δὲ καὶ τὴν ἄκραν Δρέπανον ὀνομάζουσιν. ὀλίγον δὲ ὑπὲρ τὴν λεωφόρον Ῥυπῶν ἐστι τὰ ἐρείπια· σταδίους δὲ Αἴγιον περὶ τοὺς τριάκοντα ἀπέχει Ῥυπῶν.