Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 7

16.1 Μόμμιος δὲ Ὀρέστην ἅμα ἀγόμενος, τὸν πρότερον ἐπὶ τῇ Λακεδαιμονίων διαφορᾷ καὶ Ἀχαιῶν ἐλθόντα, ἀφίκετο μὲν περὶ ὄρθρον ἐς τὸ τῶν Ῥωμαίων στράτευμα, ἀποπέμψας δὲ ἐς Μακεδονίαν Μέτελλον καὶ ὅσον εἵπετο ἐκείνῳ, ἀνέμενεν αὐτὸς ἐν τῷ ἰσθμῷ τὴν πᾶσαν ἀθροισθῆναι παρασκευήν. ἀφίκετο δὲ ἱππικὸν μὲν πεντακόσιοί τε καὶ τρισχίλιοι, τοῦ πεζοῦ δὲ ἀριθμὸς ἐγένετο ἐς μυριάδας δύο προσόντων καὶ τούτοις τρισχιλίων· ἐπῆλθον δὲ καὶ τοξόται Κρῆτες καὶ ἐκ Περγάμου τῆς ὑπὲρ Καΐκου Φιλοποίμην στρατιώτας ἄγων παρὰ Ἀττάλου.
16.2 Μόμμιος μὲν δὴ τῶν τε ἐξ Ἰταλίας τινὰς καὶ τὰ ἐπικουρικὰ ἀπωτέρω δύο τε καὶ δέκα ἔταξε σταδίοις, πρὸ τοῦ παντὸς εἶναι στρατεύματος φυλακήν· Ἀχαιοὶ δέ, ἐχόντων ἀφυλακτότερον ὑπὸ φρονήματος τῶν Ῥωμαίων, ἐπιτίθενται τοῖς ἐπὶ φυλακῆς αὐτοῖς τῆς πρώτης, καὶ τοὺς μὲν φονεύουσι, πλείονας δὲ ἔτι ἐς τὸ στρατόπεδον κατεῖρξαν, καὶ ἀσπίδας ὅσον τε πεντακοσίας εἷλον. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἐπήρθησαν οἱ Ἀχαιοὶ ποιήσασθαι τὴν ἔξοδον πρότερον πρὶν ἢ Ῥωμαίους ἄρχειν μάχης·
16.3 ὡς δὲ ἀντεπῆγε καὶ ὁ Μόμμιος, οἱ μὲν ἐς τὸ ἱππικὸν τῶν Ἀχαιῶν ταχθέντες αὐτίκα ᾤχοντο φεύγοντες, τῆς Ῥωμαίων ἵππου μηδὲ τὴν πρώτην ἔφοδον ὑπομείναντες· ὁ δὲ πεζὸς στρατὸς ἀθύμως μὲν εἶχεν ἐπὶ τῶν ἱππέων τῇ τροπῇ, δεξάμενοι δὲ τὴν ἐμβολὴν τοῦ ὁπλιτικοῦ τοῦ Ῥωμαίων βιαζόμενοί τε τῷ πλήθει καὶ ἀπαγορεύοντες τοῖς τραύμασιν ὅμως ἀντεῖχον ὑπὸ τοῦ θυμοῦ, πρίν γε δὴ Ῥωμαίων λογάδες χίλιοι προσπεσόντες κατὰ τὰ πλάγια ἐς τελέαν τοὺς Ἀχαιοὺς φυγὴν κατέστησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi