Kitap 6
22.5
Πύλου δὲ τῆς ἐν τῇ Ἠλείᾳ δῆλα τὰ ἐρείπια κατὰ τὴν ἐξ Ὀλυμπίας ἐστὶν ἐς Ἦλιν ὀρεινὴν ὁδόν, ὀγδοήκοντα δὲ στάδια ἐς Ἦλιν ἀπὸ τῆς Πύλου. ταύτην τὴν Πύλον ᾤκισε μὲν κατὰ τὰ ἤδη λελεγμένα μοι Μεγαρεὺς ἀνὴρ Πύλων ὁ Κλήσωνος· γενομένη δὲ ὑπὸ Ἡρακλέους ἀνάστατος καὶ αὖθις ἐπισυνοικισθεῖσα ὑπὸ Ἠλείων, ἔμελλεν ἀνὰ χρόνον οὐχ ἕξειν οἰκήτορας. παρὰ δὲ αὐτὴν ποταμὸς Λάδων κάτεισιν ἐς τὸν Πηνειόν.
22.6
λέγουσι δὲ οἱ Ἠλεῖοι καὶ ἔπος ἐς τὴν Πύλον ταύτην ἔχειν τῶν Ὁμήρου, γένος δʼ ἦν ἐκ ποταμοῖο Ἀλφειοῦ, ὅστʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, Hom. Il. 5.544καὶ ἐμὲ ἔπειθον λέγοντες· ῥεῖ γὰρ δὴ διὰ τῆς χώρας ταύτης ὁ Ἀλφειός, ἐς δὲ ἄλλην Πύλον οὐκ ἔστιν ἐπενεγκεῖν τὸ ἔπος· Πυλίων γὰρ τῶν ὑπὲρ νήσου τῆς Σφακτηρίας οὐ πέφυκεν ἀρχὴν διοδεύειν τὴν γῆν ὁ Ἀλφειός, οὐ μὴν οὐδὲ ἐν τῇ Ἀρκάδων Πύλον ποτὲ ὀνομασθεῖσαν ἴσμεν πόλιν.
22.7
ἀπέχει δὲ ὡς πεντήκοντα Ὀλυμπίας σταδίους κώμη τε Ἠλείων Ἡράκλεια καὶ πρὸς αὐτῇ Κύθηρος ποταμός· πηγὴ δὲ ἐκδιδοῦσα ἐς τὸν ποταμὸν καὶ νυμφῶν ἐστιν ἱερὸν ἐπὶ τῇ πηγῇ. ὀνόματα δὲ ἰδίᾳ μὲν ἑκάστῃ τῶν νυμφῶν Καλλιφάεια καὶ Συνάλλασις καὶ Πηγαία τε καὶ Ἴασις, ἐν κοινῷ δέ σφισιν ἐπίκλησις Ἰωνίδες. λουομένοις δὲ ἐν τῇ πηγῇ καμάτων τέ ἐστι καὶ ἀλγημάτων παντοίων ἰάματα· καλεῖσθαι δὲ τὰς νύμφας ἀπὸ Ἴωνος λέγουσι τοῦ Γαργηττοῦ, μετοικήσαντος ἐνταῦθα ἐξ Ἀθηνῶν.