Kitap 6
22.2
οἰκιστὴν μὲν δὴ γενέσθαι τῇ πόλει Πίσον τὸν Περιήρους φασὶ τοῦ Αἰόλου· Πισαῖοι δὲ ἐφειλκύσαντο αὐθαίρετον συμφορὰν ἀπεχθανόμενοί τε Ἠλείοις καὶ σπουδὴν ποιούμενοι τιθέναι τὸν Ὀλυμπικὸν ἀγῶνα ἀντὶ Ἠλείων, οἵγε Ὀλυμπιάδι μὲν τῇ ὀγδόῃ τὸν Ἀργεῖον ἐπηγάγοντο Φείδωνα τυράννων τῶν ἐν Ἕλλησι μάλιστα ὑβρίσαντα καὶ τὸν ἀγῶνα ἔθεσαν ὁμοῦ τῷ Φείδωνι, τετάρτῃ δὲ Ὀλυμπιάδι καὶ τριακοστῇ στρατὸν οἱ Πισαῖοι καὶ βασιλεὺς αὐτῶν Πανταλέων ὁ Ὀμφαλίωνος παρὰ τῶν προσχώρων ἀθροίσαντες ἐποίησαν ἀντὶ Ἠλείων τὰ Ὀλύμπια.
22.3
ταύτας τὰς Ὀλυμπιάδας καὶ ἐπʼ αὐταῖς τὴν τετάρτην τε καὶ ἑκατοστήν, τεθεῖσαν δὲ ὑπὸ Ἀρκάδων, ἀνολυμπιάδας οἱ Ἠλεῖοι καλοῦντες οὐ σφᾶς ἐν καταλόγῳ τῶν Ὀλυμπιάδων γράφουσιν. ὀγδόῃ δὲ ἐπὶ ταῖς τεσσαράκοντα Ὀλυμπιάδι Δαμοφῶν ὁ Πανταλέοντος ὑπόνοιαν μέν τινα παρέσχεν Ἠλείοις νεώτερα ἐς αὐτοὺς βουλεύειν, ἐσβαλόντας δὲ ἐς τὴν Πισαίαν σὺν ὅπλοις ἀπελθεῖν οἴκαδε ἀπράκτους ἔπεισε δεήσεσί τε καὶ ὅρκοις.
22.4
Πύρρου δὲ τοῦ Πανταλέοντος μετὰ Δαμοφῶντα τὸν ἀδελφὸν βασιλεύσαντος Πισαῖοι πόλεμον ἑκούσιον ἐπανείλοντο Ἠλείοις, συναπέστησαν δέ σφισιν ἀπὸ Ἠλείων Μακίστιοι καὶ Σκιλλούντιοι, οὗτοι μὲν ἐκ τῆς Τριφυλίας, τῶν δὲ ἄλλων περιοίκων Δυσπόντιοι· τούτοις καὶ μάλιστα ἐς τοὺς Πισαίους οἰκεῖα ἦν, καὶ οἰκιστὴν Δυσποντέα γενέσθαι σφίσιν Οἰνομάου παῖδα ἐμνημόνευον. Πισαίους μὲν δὴ καὶ ὅσοι τοῦ πολέμου Πισαίοις μετέσχον, ἐπέλαβεν ἀναστάτους ὑπὸ Ἠλείων γενέσθαι·