Kitap 5
1.10
καὶ ὁ μὲν καὶ τοῦτο ἐξειργάσατο ἐκτρέψας τοῦ Μηνίου τὸ ῥεῦμα ἐς τὴν κόπρον· Αὐγέας δέ, ὅτι τῷ Ἡρακλεῖ σοφίᾳ πλέον καὶ οὐ σὺν πόνῳ τὸ ἔργον ἤνυστο, αὐτός τε ἀποδοῦναί οἱ τὸν μισθὸν ἀπηξίου καὶ τῶν παίδων τῶν ἀρσένων τὸν πρεσβύτερον Φυλέα ἐξέβαλεν ἀντειπόντα ὡς οὐ δίκαια ποιοῖτο πρὸς ἄνδρα εὐεργέτην. αὐτὸς δὲ τά τε ἄλλα παρεσκευάζετο ὡς τὸν Ἡρακλέα ἀμυνούμενος, ἢν ἐπὶ τὴν Ἦλιν στρατεύηται, καὶ τοὺς παῖδας τοὺς Ἄκτορος καὶ Ἀμαρυγκέα ἐπηγάγετο ἐς φιλίαν·
1.11
ἦν δὲ ὁ Ἀμαρυγκεὺς ἄλλως μὲν ἀγαθὸς τὰ ἐς τὸν πόλεμον, ὁ δέ οἱ πατὴρ Πυττίος Θεσσαλὸς τὰ ἄνωθεν ἦν καὶ ἐς τὴν Ἠλείαν ἀφίκετο ἐκ Θεσσαλίας. Ἀμαρυγκεῖ μὲν δὴ καὶ ἀρχῆς ἐν Ἠλείᾳ μετέδωκεν ὁ Αὐγέας, Ἄκτορι δὲ καὶ τοῖς παισὶ γένος τε ἦν ἐπιχώριον βασιλείας τε μετῆν σφισιν· Ἄκτωρ γὰρ πατρὸς μὲν Φόρβαντος ἦν τοῦ Λαπίθου, μητρὸς δὲ Ὑρμίνης τῆς Ἐπειοῦ, καὶ ᾤκισεν ἀπʼ αὐτῆς Ἄκτωρ πόλιν Ὑρμίναν ἐν τῇ Ἠλείᾳ.
2.1
τῷ δὲ Ἡρακλεῖ πρὸς τὸν Αὐγέαν πολεμοῦντι οὐδὲν ὑπῆρχεν ἀποδείκνυσθαι λαμπρόν· ἅτε γὰρ καὶ τόλμῃ καὶ ταῖς ἡλικίαις τοῦ Ἄκτορος τῶν παίδων ἀκμαζόντων, ἐτρέπετο ὑπʼ αὐτῶν ἀεὶ τὸ συμμαχικὸν τοῦ Ἡρακλέους, ἐς ὃ Ἰσθμικὰς σπονδὰς Κορινθίων ἐπαγγειλάντων καὶ θεωρῶν ἐς τὸν ἀγῶνα ἐρχομένων τῶν υἱῶν τοῦ Ἄκτορος ἀπέκτεινε σφᾶς λοχήσας ὁ Ἡρακλῆς ἐν Κλεωναῖς. ἀφανοῦς δὲ ὄντος τοῦ εἰργασμένου τὸν φόνον μάλιστα ἐποιεῖτο ἡ Μολίνη σπουδὴν τῶν παίδων τὸν αὐτόχειρα ἐξευρεῖν.