Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 4

34.5 τὸ μὲν δὴ ὄνομα τὸ ἀρχαῖον εἶχεν Αἴπεια· ἐπεὶ δὲ ὑπὸ Θηβαίων κατήχθησαν ἐς Πελοπόννησον, Ἐπιμηλίδην φασὶν ἀποσταλέντα οἰκιστὴν καλέσαι Κορώνειαν, εἶναι γὰρ αὐτὸν ἐκ Κορωνείας τῆς Βοιωτῶν, τοὺς δὲ Μεσσηνίους ἐξ ἀρχῆς τε οὐ κατορθοῦν περὶ τὸ ὄνομα καὶ μᾶλλον ἔτι ἀνὰ χρόνον ἐκνικῆσαι τὸ ἐκείνων ἁμάρτημα. λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τοῦ τείχους τὰ θεμέλια ὀρύσσοντες ἐπιτύχοιεν κορώνῃ χαλκῇ.
34.6 θεῶν δέ ἐστιν ἐνταῦθα Ἀρτέμιδός τε καλουμένης Παιδοτρόφου καὶ Διονύσου καὶ Ἀσκληπιοῦ ναός· τῷ μὲν δὴ Ἀσκληπιῷ καὶ Διονύσῳ λίθου, Διὸς δὲ Σωτῆρος χαλκοῦν ἄγαλμα ἐπὶ τῆς ἀγορᾶς πεποίηται. χαλκοῦν δὲ καὶ ἐν ἀκροπόλει τῆς Ἀθηνᾶς τὸ ἄγαλμά ἐστιν ἐν ὑπαίθρῳ, κορώνην ἐν τῇ χειρὶ ἔχουσα. εἶδον δὲ καὶ τοῦ Ἐπιμηλίδου μνῆμα· ἐφʼ ὅτῳ δὲ τὸν λιμένα Ἀχαιῶν καλοῦσιν, οὐκ οἶδα.
34.7 ἐκ Κορώνης δὲ ὡς ὀγδοήκοντα σταδίους προελθόντι Ἀπόλλωνός ἐστιν ἱερὸν πρὸς θαλάσσῃ τιμὰς ἔχον· ἀρχαιότατόν τε γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶ καὶ νοσήματα ὁ θεὸς ἰᾶται, Κόρυνθον δὲ Ἀπόλλωνα ὀνομάζουσι. τοῦτο μὲν δὴ ξόανον, τοῦ Ἀργεώτα δὲ χαλκοῦν ἐστι τὸ ἄγαλμα· ἀναθεῖναι δέ φασι τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας.
34.8 τῇ Κορωναίων δὲ πόλει ἐστὶν ὅμορος Κολωνίδες· οἱ δὲ ἐνταῦθα οὐ Μεσσήνιοί φασιν εἶναι, ἀλλὰ ἐκ τῆς Ἀττικῆς ἀγαγεῖν σφᾶς Κόλαινον λέγουσι, Κολαίνῳ δὲ κόρυδον τὴν ὄρνιθα ἐκ μαντεύματος ἐς τὴν ἀποικίαν ἡγήσασθαι. ἔμελλον δὲ ἄρα διάλεκτόν τε ἀνὰ χρόνον καὶ ἔθη μεταμαθήσεσθαι τὰ Δωριέων. κεῖται δὲ τὸ πόλισμα αἱ Κολωνίδες ἐπὶ ὑψηλοῦ, μικρὸν ἀπὸ θαλάσσης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi