Kitap 4
17.10
Ἀριστομένης δὲ μετὰ τὴν μάχην τοὺς διαπεφευγότας τῶν Μεσσηνίων συνήθροιζε, καὶ Ἀνδανίαν μὲν καὶ εἴ τι ἄλλο ἐν μεσογαίᾳ πόλισμα ἔπεισε τὰ πολλὰ ἐκλείπειν, ἐς δὲ τὴν Εἶραν τὸ ὄρος ἀνοικίζεσθαι. συνεληλαμένοις δὲ ἐς τοῦτο τὸ χωρίον προσεκάθηντο οἱ Λακεδαιμόνιοι πολιορκίᾳ σφᾶς αὐτίκα ἐξαιρήσειν νομίζοντες· ἀντήρκεσαν δὲ ὅμως οἱ Μεσσήνιοι καὶ μετὰ τὴν ἐν τῇ τάφρῳ συμφορὰν ἑνί τε καὶ δέκα ἔτεσιν ἀμυνόμενοι.
17.11
τὸν δὲ χρόνον τῆς πολιορκίας γενέσθαι τοσοῦτον δηλοῖ καὶ τάδε ἔπη Ῥιανοῦ πεποιημένα ἐς τοὺς Λακεδαιμονίους· οὔρεος ἀργεννοῖο περὶ πτύχας ἐστρατόωντο χείματά τε ποίας τε δύω καὶ εἴκοσι πάσας· Rhianus, unknown location.χειμῶνας γὰρ καὶ θέρη κατέλεξε, πόας εἰπὼν τὸν χλωρὸν σῖτον ἢ ὀλίγον πρὸ ἀμητοῦ.
18.1
Μεσσήνιοι δὲ ὡς ἐς τὴν Εἶραν ἀνῳκίσθησαν, τῆς δὲ ἄλλης ἐξείργοντο πλὴν ὅσον σφίσιν οἱ Πύλιοι τὰ ἐπὶ θαλάσσῃ καὶ οἱ Μοθωναῖοι διέσωζον, ἢ ἐλῄστευον τήν τε Λακωνικὴν καὶ τὴν σφετέραν, πολεμίαν ἤδη καὶ ταύτην νομίζοντες· ἄλλοι τε δὴ συνίσταντο ἐς τὰς καταδρομάς, ὡς ἕκαστοι τύχοιεν, καὶ Ἀριστομένης δὲ τοὺς περὶ αὑτὸν λογάδας ἐς τριακοσίων ἀριθμὸν προήγαγεν.
18.2
ἦγον μὲν δὴ τὰ Λακεδαιμονίων καὶ ἔφερον ὅ τι καὶ δύναιτο αὐτῶν ἕκαστος, ἑλόντες δὲ σῖτον καὶ βοσκήματα καὶ οἶνον ἀνήλισκον, ἔπιπλα δὲ καὶ ἀνθρώπους ἀπεδίδοσαν χρημάτων· ὥστε καὶ ἐποιήσαντο οἱ Λακεδαιμόνιοι δόγμα, ἅτε τοῖς ἐν τῇ Εἴρᾳ μᾶλλον ἢ σφίσιν αὐτοῖς γεωργοῦντες, τὴν Μεσσηνίαν καὶ τῆς Λακωνικῆς τὴν προσεχῆ, ἕως ἂν πολεμῶσιν, ἐᾶν ἄσπορον.