Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 4

17.4 περιῆλθε μέντοι καὶ αὐτοὺς Λακεδαιμονίους ἀνὰ χρόνον ἡ Νεοπτολέμειος καλουμένη τίσις. Νεοπτολέμῳ γὰρ τῷ Ἀχιλλέως, ἀποκτείναντι Πρίαμον ἐπὶ τῇ ἐσχάρᾳ τοῦ Ἑρκείου, συνέπεσε καὶ αὐτὸν ἐν Δελφοῖς πρὸς τῷ βωμῷ τοῦ Ἀπόλλωνος ἀποσφαγῆναι· καὶ ἀπὸ τούτου τὸ παθεῖν ὁποῖόν τις καὶ ἔδρασε Νεοπτολέμειον τίσιν ὀνομάζουσι.
17.5 τοῖς οὖν Λακεδαιμονίοις, ὅτε δὴ μάλιστα ἤνθησαν καὶ Ἀθηναίων τε τὸ ναυτικὸν καθῃρήκεσαν καὶ Ἀγησίλαος κεχείρωτο τὰ πολλὰ ἤδη τῆς Ἀσίας, τότε σφίσι τὴν ἀρχὴν πᾶσαν οὐκ ἐξεγένετο ἀφελέσθαι τὸν Μῆδον, ἀλλὰ σφᾶς ὁ βάρβαρος περιῆλθε τῷ ἐκείνων εὑρήματι, ἐς Κόρινθον καὶ Ἄργος καὶ ἐς Ἀθήνας τε καὶ Θήβας χρήματα ἀποστείλας· ὅ τε ὀνομαζόμενος Κορινθιακὸς πόλεμος ἀπὸ τούτων ἐξήφθη τῶν χρημάτων, ὡς ἀπολείπειν Ἀγησίλαον ἀναγκασθῆναι τὰ ἐν τῇ Ἀσίᾳ.
17.6 Λακεδαιμονίοις μὲν τὸ ἐς Μεσσηνίους σόφισμα ὁ δαίμων ἔμελλεν αὐτοῖς ἀποφανεῖν συμφοράν· Ἀριστοκράτης δὲ ὡς τὰ χρήματα ἐδέξατο ἐκ Λακεδαίμονος, τὸ μὲν παραυτίκα ἔκρυπτεν ἐς τοὺς Ἀρκάδας οἷα ἐπεβούλευε, μελλόντων δὲ ἐς χεῖρας ἤδη συνέρχεσθαι, τηνικαῦτα ἐξεφόβησεν αὐτοὺς ὡς ἐν δυσχωρίᾳ τέ εἰσιν ἀπειλημμένοι καὶ ἀναχώρησις οὐκ ἔσται αὐτοῖς, ἢν κρατηθῶσιν, τά τε ἱερά σφισιν οὐκ ἔφη γεγονέναι κατὰ γνώμην. ἐκέλευεν οὖν πάντα τινά, ἐπειδὰν αὐτὸς σημήνῃ, φυγῇ χρῆσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi