Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 4

16.5 ἔνθα δὴ καὶ παρʼ ἀχράδα πεφυκυῖάν που τοῦ πεδίου, παρὰ ταύτην Ἀριστομένην οὐκ εἴα παραθεῖν ὁ μάντις Θέοκλος· καθέζεσθαι γὰρ τοὺς Διοσκούρους ἔφασκεν ἐπὶ τῇ ἀχράδι. Ἀριστομένης δὲ εἴκων τῷ θυμῷ καὶ οὐκ ἀκροώμενος τὰ πάντα τοῦ μάντεως ὡς κατὰ τὴν ἀχράδα ἐγίνετο, ἀπόλλυσι τὴν ἀσπίδα, Λακεδαιμονίοις τε τὸ ἁμάρτημα τοῦ Ἀριστομένους παρέσχεν αὐτῶν ἀποσωθῆναί τινας ἐκ τῆς φυγῆς· διέτριψε γὰρ τὴν ἀσπίδα ἀνευρεῖν πειρώμενος.
16.6 Λακεδαιμονίων δὲ ἐχόντων ἀθύμως μετὰ τὴν πληγὴν καὶ ὡρμημένων καταθέσθαι τὸν πόλεμον, Τυρταῖός τε ἐλεγεῖα ᾄδων μετέπειθεν αὐτοὺς καὶ ἐς τοὺς λόχους ἀντὶ τῶν τεθνεώτων κατέλεγεν ἄνδρας ἐκ τῶν εἱλώτων. Ἀριστομένει δέ, ὡς ἀνέστρεψεν ἐς τὴν Ἀνδανίαν, ταινίας αἱ γυναῖκες καὶ τὰ ὡραῖα ἐπιβάλλουσαι τῶν ἀνθῶν ἐπέλεγον ᾆσμα τὸ καὶ ἐς ἡμᾶς ἔτι ᾀδόμενον ἔς τε μέσον πεδίον Στενυκλήριον ἔς τʼ ὄρος ἄκρον εἵπετʼ Ἀριστομένης τοῖς Λακεδαιμονίοις. Unknown.ἀνεσώσατο δὲ καὶ τὴν ἀσπίδα ἐκείνην, ἔς τε Δελφοὺς
16.7 ἀφικόμενος καὶ ὥς οἱ προσέταξεν ἡ Πυθία καταβὰς ἐς τὸ ἄδυτον ἱερὸν τοῦ Τροφωνίου τὸ ἐν Λεβαδείᾳ. ὕστερον δὲ τὴν ἀσπίδα ἀνέθηκεν ἐς Λεβάδειαν φέρων, ᾗ δὴ καὶ αὐτὸς εἶδον ἀνακειμένην· ἐπίθημα δέ ἐστιν αὐτῆς ἀετὸς τὰ πτερὰ ἑκατέρωθεν ἐκτετακὼς ἐς ἄκραν τὴν ἴτυν. τότε δὲ Ἀριστομένης ὡς ἐπανῆκεν ἐκ Βοιωτίας εὑρών τε παρὰ τῷ Τροφωνίῳ καὶ κομισάμενος τὴν ἀσπίδα, αὐτίκα ἔργων μειζόνων ἥπτετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi