Kitap 4
15.4
τότε δὲ οἱ Μεσσήνιοι Λακεδαιμονίοις συμβάλλουσιν ἐν Δέραις καλουμέναις τῆς σφετέρας, ἔτει πρώτῳ μετὰ τὴν ἀπόστασιν· ἀπῆσαν δὲ ἀμφοτέροις οἱ σύμμαχοι. καὶ νίκη μὲν ἐγένετο οὐδετέρων σαφής, Ἀριστομένην δὲ ἔργα φασὶν ἀποδείξασθαι πλέον τι ἢ ἄνδρα ἕνα εἰκὸς ἦν, ὥστε καὶ βασιλέα μετὰ τὴν μάχην ᾑροῦντο αὐτόν, ἦν γὰρ καὶ γένους τῶν Αἰπυτιδῶν·
15.5
παραιτουμένου τε, οὕτω στρατηγὸν αὐτοκράτορα εἵλοντο. Ἀριστομένει δὲ παρίστατο μηδʼ ἂν ἄλλον ἀπαξιῶσαι παθεῖν τι ἐν πολέμῳ δράσαντα ἄξια μνήμης· αὑτῷ μέντοι καὶ πρὸ παντὸς ἐνόμιζεν εἶναι, ἔτι ἀρχομένου τοῦ πολέμου Λακεδαιμονίους καταπλήξαντα φαίνεσθαι καὶ ἐς τὰ μέλλοντά σφισι φοβερώτερον. ἅτε δὲ οὕτως ἔχων, ἀφικόμενος νύκτωρ ἐς τὴν Λακεδαίμονα ἀνατίθησιν ἀσπίδα πρὸς τὸν τῆς Χαλκιοίκου ναόν· ἐπεγέγραπτο δὲ Ἀριστομένην ἀπὸ Σπαρτιατῶν διδόναι τῇ θεῷ.
15.6
ἐγένετο δὲ καὶ Λακεδαιμονίοις μάντευμα ἐκ Δελφῶν τὸν Ἀθηναῖον ἐπάγεσθαι σύμβουλον. ἀποστέλλουσιν οὖν παρὰ τοὺς Ἀθηναίους τόν τε χρησμὸν ἀπαγγελοῦντας καὶ ἄνδρα αἰτοῦντας παραινέσοντα ἃ χρή σφισιν. Ἀθηναῖοι δὲ οὐδέτερα θέλοντες, οὔτε Λακεδαιμονίους ἄνευ μεγάλων κινδύνων προσλαβεῖν μοῖραν τῶν ἐν Πελοποννήσῳ τὴν ἀρίστην οὔτε αὐτοὶ παρακοῦσαι τοῦ θεοῦ, πρὸς ταῦτα ἐξευρίσκουσι· καὶ ἦν γὰρ Τυρταῖος διδάσκαλος γραμμάτων νοῦν τε ἥκιστα ἔχειν δοκῶν καὶ τὸν ἕτερον τῶν ποδῶν χωλός, τοῦτον ἀποστέλλουσιν ἐς Σπάρτην. ὁ δὲ ἀφικόμενος ἰδίᾳ τε τοῖς ἐν τέλει καὶ συνάγων ὁπόσους τύχοι καὶ τὰ ἐλεγεῖα καὶ τὰ ἔπη σφίσι τὰ ἀνάπαιστα ᾖδεν.