Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 4

5.3 Λακεδαιμονίους δὲ οὐ διὰ ταῦτα πολεμῆσαί φασιν, ὑπὸ πλεονεξίας δὲ τῇ σφετέρᾳ τε ἐπιβουλεῦσαι καὶ ἄλλα ἐργάσασθαι, προφέροντες μέν σφισι τὰ Ἀρκάδων, προφέροντες δὲ καὶ τὰ Ἀργείων, ὡς οὔποτε ἐσχήκασι κόρον ἀποτεμνόμενοι τῆς χώρας αἰεί τι ἑκατέρων· Κροίσῳ τε αὐτοῖς δῶρα ἀποστείλαντι γενέσθαι φίλους βαρβάρῳ πρώτους, ἀφʼ οὗ γε τούς τε ἄλλους τοὺς ἐν τῇ Ἀσίᾳ κατεδουλώσατο Ἕλληνας καὶ ὅσοι Δωριεῖς ἐν τῇ Καρικῇ κατοικοῦσιν ἠπείρῳ.
5.4 ἀποφαίνουσι δὲ καὶ ἡνίκα οἱ Φωκέων δυνάσται τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατειλήφασιν, ἰδίᾳ τε κατὰ ἄνδρα τοὺς βασιλεύοντας ἐν Σπάρτῃ καὶ τῶν ἄλλων τοὺς ἐπʼ ἀξιώματος καὶ κοινῇ τῶν τε ἐφόρων τὴν ἀρχὴν καὶ τὴν γερουσίαν μετασχόντας τῶν τοῦ θεοῦ. πρό τε δὴ πάντων, ὡς οὐδὲν ἂν τοὺς Λακεδαιμονίους κέρδους ἕνεκα ὀκνήσαντας, τὴν συμμαχίαν ὀνειδίζουσί σφισι τὴν πρὸς Ἀπολλόδωρον τὸν ἐν Κασσανδρείᾳ τυραννήσαντα.
5.5 ἀνθʼ ὅτου δὲ Μεσσήνιοι τὸ ὄνειδος ἥγηνται τοῦτο οὕτω πικρόν, οὔ μοι τῷ λόγῳ τῷ παρόντι ἦν ἐπεισάγεσθαι· ὅτι γὰρ μὴ τῶν Μεσσηνίων τὸ εὔψυχον καὶ χρόνου μῆκος ὃν ἐπολέμησαν διάφορα ἐγένετο τῆς Ἀπολλοδώρου τυραννίδος, ἔς γε τὰς συμφορὰς οὐ πολλῷ τινι ἀποδέοι ἂν ἃ οἱ Κασσανδρεῖς πεπόνθασι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi