Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 4

4.8 φονεύει τοῦ Πολυχάρους τὸν υἱόν. ὁ δὲ ὡς καὶ ταῦτα ἔγνω πεπονθώς, φοιτῶν ἐς τὴν Λακεδαίμονα τοῖς βασιλεῦσιν ἦν καὶ τοῖς ἐφόροις διʼ ὄχλου, πολλὰ μὲν τὸν παῖδα ἀνακλαίων, καταριθμούμενος δὲ οἷα ὑπὸ Εὐαίφνου πεπονθὼς ἦν, ὃν αὐτὸς ξένον ἐποιήσατο καὶ πρὸ πάντων Λακεδαιμονίων ἐπίστευσεν. ὡς δέ οἱ συνεχῶς ἰόντι ἐπὶ τὰς ἀρχὰς οὐδεμία ἐγίνετο τιμωρία, ἐνταῦθα παρετράπη τε ὁ Πολυχάρης ἐκ τοῦ νοῦ καὶ τῷ θυμῷ χρώμενος, ἅτε ἔχων ἀφειδῶς ἤδη καὶ αὑτοῦ, πάντα τινὰ ὃν λάβοι Λακεδαιμονίων ἐτόλμα φονεύειν.
5.1 Λακεδαιμόνιοι μὲν δὴ Πολυχάρους τε ἕνεκα οὐκ ἐκδοθέντος σφίσι καὶ διὰ τὸν Τηλέκλου φόνον, καὶ πρότερον ἔτι ὑπόπτως ἔχοντες διὰ τὸ Κρεσφόντου κακούργημα ἐς τὸν κλῆρον, πολεμῆσαι λέγουσι· Μεσσήνιοι δὲ περὶ Τηλέκλου ἀντιλέγουσι τὰ εἰρημένα ἤδη μοι καὶ Αἴπυτον τὸν Κρεσφόντου συγκαταχθέντα ἀποφαίνουσιν ὑπὸ Ἀριστοδήμου τῶν παίδων, ὃ μήποτʼ ἂν ποιῆσαι σφᾶς Κρεσφόντῃ γε ὄντας διαφόρους.
5.2 Πολυχάρην δὲ ἐκδοῦναι μὲν ἐπὶ τιμωρίᾳ Λακεδαιμονίοις οὔ φασιν, ὅτι μηδὲ ἐκεῖνοι σφίσιν Εὔαιφνον, ἐθέλειν μέντοι παρὰ Ἀργείοις συγγενέσιν οὖσιν ἀμφοτέρων ἐν Ἀμφικτυονίᾳ διδόναι δίκας, ἐπιτρέπειν δὲ καὶ τῷ Ἀθήνῃσι δικαστηρίῳ, καλουμένῳ δὲ Ἀρείῳ πάγῳ, ὅτι δίκας τὰς φονικὰς τὸ δικαστήριον τοῦτο ἐδόκει δικάζειν ἐκ παλαιοῦ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi