Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 3

14.3 ἐγγυτάτω δὲ τῶν μνημάτων ἃ τοῖς Ἀγιάδαις πεποίηται στήλην ὄψει, γεγραμμέναι δέ εἰσιν ἃς Χίονις ἀνὴρ Λακεδαιμόνιος δρόμου νίκας ἀνείλετο ἄλλας τε καὶ Ὀλυμπίασιν· ἐνταῦθα δὲ ἑπτὰ ἐγένοντό οἱ νῖκαι, τέσσαρες μὲν σταδίου, διαύλου δὲ αἱ λοιπαί· τὸν δὲ σὺν τῇ ἀσπίδι δρόμον ἐπὶ ἀγῶνι λήγοντι οὐ συνέβαινεν εἶναί πω. Χίονιν δὲ καὶ τοῦ στόλου μετασχεῖν τῷ Θηραίῳ Βάττῳ καὶ Κυρήνην οἰκίσαι σὺν ἐκείνῳ καὶ Λιβύων καταστρέψασθαι τοὺς προσχώρους λέγουσιν.
14.4 τὸ δὲ ἱερὸν τῆς Θέτιδος κατασκευασθῆναί φασιν ἐπʼ αἰτίᾳ τοιαύτῃ· πολεμεῖν μὲν πρὸς Μεσσηνίους ἀφεστηκότας, τὸν δὲ βασιλέα σφῶν Ἀνάξανδρον ἐσβαλόντα ἐς τὴν Μεσσηνίαν λαβεῖν αἰχμαλώτους γυναῖκας, ἐν δὲ αὐταῖς εἶναι Κλεώ, Θέτιδος δὲ αὐτὴν ἱέρειαν εἶναι. ταύτην ἡ τοῦ Ἀναξάνδρου γυνὴ τὴν Κλεὼ παρὰ τοῦ Ἀναξάνδρου αἰτεῖ, καὶ τό τε ξόανον τῆς Θέτιδος ἀνεῦρεν ἔχουσαν καὶ ναὸν μετʼ αὐτῆς ἱδρύσατο τῇ θεῷ· ἐποίει δὲ ταῦτα ἡ Λεανδρὶς κατὰ ὄψιν ὀνείρατος.
14.5 τὸ μὲν δὴ ξόανον τῆς Θέτιδος ἐν ἀπορρήτῳ φυλάσσουσι· Δήμητρα δὲ Χθονίαν Λακεδαιμόνιοι μὲν σέβειν φασὶ παραδόντος σφίσιν Ὀρφέως, δόξῃ δὲ ἐμῇ διὰ τὸ ἱερὸν τὸ ἐν Ἑρμιόνῃ κατέστη καὶ τούτοις Χθονίαν νομίζειν Δήμητρα. ἔστι δὲ καὶ Σαράπιδος νεώτατον τοῦτο Σπαρτιάταις ἱερὸν καὶ Διὸς ἐπίκλησιν Ὀλυμπίου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi