Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 3

9.8 οὗτος ὡς ἀφίκετο ἐς Σάρδεις, αὐτίκα ἐπενόει τρόπον ᾧ τινι ἀναγκάσει Λακεδαιμονίους τὴν ἐκ τῆς Ἀσίας ἀνακαλέσασθαι στρατιάν. ἄνδρα οὖν Ῥόδιον Τιμοκράτην ἐς τὴν Ἑλλάδα πέμπει χρήματα ἄγοντα, ἐντειλάμενος πόλεμον ἐν τῇ Ἑλλάδι ἐργάσασθαι Λακεδαιμονίοις. οἱ δὲ τῶν χρημάτων μεταλαβόντες Ἀργείων μὲν Κύλων τε εἶναι λέγονται καὶ Σωδάμας, ἐν Θήβαις δὲ Ἀνδροκλείδης καὶ Ἰσμηνίας καὶ Ἀμφίθεμις· μετέσχε δὲ καὶ Ἀθηναῖος Κέφαλος καὶ Ἐπικράτης καὶ ὅσοι Κορινθίων ἐφρόνουν τὰ Ἀργείων Πολυάνθης τε καὶ Τιμόλαος.
9.9 οἱ δὲ ἐς τὸ φανερὸν τοῦ πολέμου παρασχόντες τὴν ἀρχὴν ἐγένοντο οἱ ἐξ Ἀμφίσσης Λοκροί. τοῖς γὰρ δὴ Λοκροῖς γῆ πρὸς τοὺς Φωκέας ἐτύγχανεν οὖσα ἀμφισβητήσιμος γῆ· ἐκ ταύτης ὑπὸ Θηβαίων ἐπαρθέντες τῶν περὶ Ἰσμηνίαν τόν τε σῖτον ἀκμάζοντα ἔτεμον καὶ ἤλασαν λείαν ἄγοντες· ἐνέβαλον δὲ πανδημεὶ καὶ οἱ Φωκεῖς ἐς τὴν Λοκρίδα καὶ ἐδῄωσαν τὴν χώραν.
9.10 ἐπηγάγοντο οὖν οἱ Λοκροὶ συμμάχους Θηβαίους καὶ τὴν Φωκίδα ἐπόρθησαν· ἐς δὲ τὴν Λακεδαίμονα ἐλθόντες οἱ Φωκεῖς τοῖς Θηβαίοις ἐπέκειντο καὶ ἐδίδασκον οἷα ἐπεπόνθεσαν ὑπʼ αὐτῶν. Λακεδαιμονίοις δὲ πόλεμον πρὸς Θηβαίους ἔδοξεν ἄρασθαι· ἐποιοῦντο δὲ ἐς αὐτοὺς καὶ ἄλλα ἐγκλήματα καὶ τὴν ἐν Αὐλίδι αὐτῶν ὕβριν ἐς τὴν Ἀγησιλάου θυσίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi