Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 2

29.5 χρόνῳ δὲ ὕστερον μοῖρα Ἀργείων τῶν Ἐπίδαυρον ὁμοῦ Δηιφόντῃ κατασχόντων, διαβᾶσα ἐς Αἴγιναν καὶ Αἰγινήταις τοῖς ἀρχαίοις γενόμενοι σύνοικοι, τὰ Δωριέων ἔθη καὶ φωνὴν κατεστήσαντο ἐν τῇ νήσῳ. προελθοῦσι δὲ Αἰγινήταις ἐς μέγα δυνάμεως, ὡς Ἀθηναίων γενέσθαι ναυσὶν ἐπικρατεστέρους καὶ ἐν τῷ Μηδικῷ πολέμῳ παρασχέσθαι πλοῖα μετά γε Ἀθηναίους πλεῖστα, οὐ παρέμεινεν ἐς ἅπαν ἡ εὐδαιμονία, γενόμενοι δὲ ὑπὸ Ἀθηναίων ἀνάστατοι Θυρέαν τὴν ἐν τῇ Ἀργολίδι Λακεδαιμονίων δόντων ᾤκησαν. καὶ ἀπέλαβον μὲν τὴν νῆσον, ὅτε περὶ Ἑλλήσποντον αἱ Ἀθηναίων τριήρεις ἐλήφθησαν, πλούτου δὲ ἢ δυνάμεως οὐκέτι ἐξεγένετο ἐς ἴσον προελθεῖν σφισιν.
29.6 προσπλεῦσαι δὲ Αἴγινά ἐστι νήσων τῶν Ἑλληνίδων ἀπορωτάτη· πέτραι τε γὰρ ὕφαλοι περὶ πᾶσαν καὶ χοιράδες ἀνεστήκασι. μηχανήσασθαι δὲ ἐξεπίτηδες ταῦτα Αἰακόν φασι λῃστειῶν τῶν ἐκ θαλάσσης φόβῳ, καὶ πολεμίοις ἀνδράσι μὴ ἄνευ κινδύνου εἶναι. πλησίον δὲ τοῦ λιμένος ἐν ᾧ μάλιστα ὁρμίζονται ναός ἐστιν Ἀφροδίτης, ἐν ἐπιφανεστάτῳ δὲ τῆς πόλεως τὸ Αἰάκειον καλούμενον, περίβολος τετράγωνος λευκοῦ λίθου.
29.7 ἐπειργασμένοι δέ εἰσι κατὰ τὴν ἔσοδον οἱ παρὰ Αἰακόν ποτε ὑπὸ τῶν Ἑλλήνων σταλέντες· αἰτίαν δὲ τὴν αὐτὴν Αἰγινήταις καὶ οἱ λοιποὶ λέγουσιν. αὐχμὸς τὴν Ἑλλάδα ἐπὶ χρόνον ἐπίεζε καὶ οὔτε τὴν ἐκτὸς ἰσθμοῦ χώραν οὔτε Πελοποννησίοις ὗεν ὁ θεός, ἐς ὃ ἐς Δελφοὺς ἀπέστειλαν ἐρησομένους τὸ αἴτιον ὅ τι εἴη καὶ αἰτήσοντας ἅμα λύσιν τοῦ κακοῦ. τούτοις ἡ Πυθία εἶπε Δία ἱλάσκεσθαι, χρῆναι δέ, εἴπερ ὑπακούσει σφίσιν, Αἰακὸν τὸν ἱκετεύσαντα εἶναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi