Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 2

28.1 δράκοντες δὲ—οἱ λοιποὶ καὶ ἕτερον γένος—ἐς τὸ ξανθότερον ῥέποντες χρόας ἱεροὶ μὲν τοῦ Ἀσκληπιοῦ νομίζονται καὶ εἰσὶν ἀνθρώποις ἥμεροι, τρέφει δὲ μόνη σφᾶς ἡ τῶν Ἐπιδαυρίων γῆ. τὸ δὲ αὐτὸ εὑρίσκω καὶ ἄλλαις χώραις συμβεβηκός· Λιβύη μέν γε μόνη κροκοδείλους τρέφει χερσαίους διπήχεων οὐκ ἐλάσσονας, παρὰ δὲ Ἰνδῶν μόνων ἄλλα τε κομίζεται καὶ ὄρνιθες οἱ ψιττακοί. τοὺς δὲ ὄφεις οἱ Ἐπιδαύριοι τοὺς μεγάλους ἐς πλέον πηχῶν καὶ τριάκοντα προήκοντας, οἷοι παρά τε Ἰνδοῖς τρέφονται καὶ ἐν Λιβύῃ, ἄλλο δή τι γένος φασὶν εἶναι καὶ οὐ δράκοντας.
28.2 ἐς δὲ τὸ ὄρος ἀνιοῦσι τὸ Κόρυφον, ἔστι καθʼ ὁδὸν Στρεπτῆς καλουμένης ἐλαίας φυτόν, αἰτίου τοῦ περιαγαγόντος τῇ χειρὶ Ἡρακλέους ἐς τοῦτο τὸ σχῆμα. εἰ δὲ καὶ Ἀσιναίοις τοῖς ἐν τῇ Ἀργολίδι ἔθηκεν ὅρον τοῦτον, οὐκ ἂν ἔγωγε εἰδείην, ἐπεὶ μηδὲ ἑτέρωθι ἀναστάτου γενομένης χώρας τὸ σαφὲς ἔτι οἷόν τε τῶν ὅρων ἐξευρεῖν. ἐπὶ δὲ τῇ ἄκρᾳ τοῦ ὄρους Κορυφαίας ἐστὶν ἱερὸν Ἀρτέμιδος, οὗ καὶ Τελέσιλλα ἐποιήσατο ἐν ᾄσματι μνήμην.
28.3 κατιοῦσι δὲ ἐς τῶν Ἐπιδαυρίων τὴν πόλιν χωρίον ἐστὶ πεφυκυίας ἀγριελαίους ἔχον· Ὑρνήθιον δὲ καλοῦσι τὸ χωρίον. τὰ δὲ ἐς αὐτό, ὡς Ἐπιδαύριοί τε λέγουσι καὶ εἰκὸς ἔχει, γράψω. Κεῖσος καὶ οἱ λοιποὶ Τημένου παῖδες μάλιστα ᾔδεσαν Δηιφόντην λυπήσοντες, εἰ διαλῦσαί πως ἀπʼ αὐτοῦ τὴν Ὑρνηθὼ δυνηθεῖεν. ἀφίκοντο οὖν ἐς Ἐπίδαυρον Κερύνης καὶ Φάλκης· Ἀγραίῳ γὰρ τῷ νεωτάτῳ τὰ ποιούμενα οὐκ ἤρεσκεν. οὗτοι δὲ στήσαντες τὸ ἅρμα ὑπὸ τὸ τεῖχος κήρυκα ἀποστέλλουσι παρὰ τὴν ἀδελφήν, ἐλθεῖν δῆθεν ἐς λόγους αὐτῇ βουλόμενοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi