Kitap 10
5.3
προϊὼν δὲ αὐτόθεν ἐπὶ ὁδὸν ἀφίξῃ καλουμένην Σχιστήν· ἐπʼ αὐτῇ τῇ ὁδῷ τὰ ἐς τὸν φόνον τοῦ πατρὸς Οἰδίποδι εἰργάσθη. ἔδει δὲ ἄρα παθημάτων τῶν Οἰδίποδος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὑπολειφθῆναι μνημόσυνα. τεχθέντος μέν γε διαπείραντες διὰ τῶν σφυρῶν κέντρα ἐκτιθέασιν αὐτὸν ἐς τὴν Πλαταιίδα, ὄρος τὸν Κιθαιρῶνα· Κόρινθος δὲ καὶ ἡ ἐπὶ τῷ ἰσθμῷ χώρα τροφὸς τῷ Οἰδίποδι ἐγένετο· γῆ δὲ ἡ Φωκὶς καὶ ὁδὸς ἡ Σχιστὴ τοῦ πατρῴου φόνου τὸ μίασμα ὑπεδέξατο· Θηβαίοις δὲ καὶ ἐς πλέον γάμων τέ σφισι τῶν Οἰδίποδος καὶ ἀδικίας τῆς Ἐτεοκλέους ἐστὶν ἡ φήμη.
5.4
Οἰδίποδι μὲν ὁδὸς ἡ Σχιστὴ καὶ τόλμημα τὸ ἐπʼ αὐτῇ κακῶν ἦρχε, καὶ τὰ τοῦ Λαΐου μνήματα καὶ οἰκέτου τοῦ ἑπομένου ταὐτὰ ἔτι ἐν μεσαιτάτῳ τῆς τριόδου ἐστὶ καὶ ἐπʼ αὐτῷ λίθοι λογάδες σεσωρευμένοι· Δαμασίστρατον δὲ ἄνδρα ἐν Πλαταιαῖς βασιλεύοντα ἐπιτυχεῖν τε κειμένοις τοῖς νεκροῖς καὶ θάψαι φασὶν αὐτούς.
5.5
ἡ δὲ λεωφόρος αὐτόθεν ἡ ἐς Δελφοὺς καὶ προσάντης γίνεται μᾶλλον καὶ ἀνδρὶ εὐζώνῳ χαλεπωτέρα. λέγεται δὲ πολλὰ μὲν καὶ διάφορα ἐς αὐτοὺς τοὺς Δελφούς, πλείω δὲ ἔτι ἐς τοῦ Ἀπόλλωνος τὸ μαντεῖον. φασὶ γὰρ δὴ τὰ ἀρχαιότατα Γῆς εἶναι τὸ χρηστήριον, καὶ Δαφνίδα ἐπʼ αὐτῷ τετάχθαι πρόμαντιν ὑπὸ τῆς Γῆς·