Kitap 9
1.11
τινὲς δʼ ἀπὸ τοῦ τὴν ἱέρειαν τῆς Πολιάδος Ἀθηνᾶς χλωροῦ τυροῦ τοῦ μὲν ἐπιχωρίου μὴ ἅπτεσθαι, ξενικὸν δὲ μόνον προσφέρεσθαι, χρῆσθαι δὲ καὶ τῷ Σαλαμινίῳ, ξένην φασὶ τῆς Ἀττικῆς τὴν Σαλαμῖνα οὐκ εὖ· καὶ γὰρ τὸν ἀπὸ τῶν ἄλλων νήσων τῶν ὁμολογουμένως τῇ Ἀττικῇ προσχώρων προσφέρεται, ξενικὸν πάντα τὸν διαπόντιον νοησάντων τῶν ἀρξάντων τοῦ ἔθους τούτου. ἔοικε δὴ τὸ παλαιὸν ἡ νῦν Σαλαμὶς καθʼ αὑτὴν τάττεσθαι, τὰ δὲ Μέγαρα τῆς Ἀττικῆς ὑπάρξαι μέρος. ἐν δὲ τῇ παραλίᾳ τῇ κατὰ Σαλαμῖνα κεῖσθαι συμβαίνει τὰ ὅρια τῆς τε Μεγαρικῆς καὶ τῆς Ἀτθίδος, ὄρη δύο ἃ καλοῦσι Κέρατα.
1.12
εἶτʼ Ἐλευσὶς πόλις, ἐν ᾗ τὸ τῆς Δήμητρος ἱερὸν τῆς Ἐλευσινίας καὶ ὁ μυστικὸς σηκός, ὃν κατεσκεύασεν Ἰκτῖνος ὄχλον θεάτρου δέξασθαι δυνάμενον, ὃς καὶ τὸν παρθενῶνα ἐποίησε τὸν ἐν ἀκροπόλει τῇ Ἀθηνᾷ, Περικλέους ἐπιστατοῦντος τῶν ἔργων· ἐν δὲ τοῖς δήμοις καταριθμεῖται ἡ πόλις.
1.13
εἶτα τὸ Θριάσιον πεδίον καὶ ὁμώνυμος αἰγιαλὸς καὶ δῆμος· εἶθʼ ἡ ἄκρα ἡ Ἀμφιάλη καὶ τὸ ὑπερκείμενον λατόμιον καὶ ὁ εἰς Σαλαμῖνα πορθμὸς ὅσον διστάδιος, ὃν διαχοῦν ἐπειρᾶτο Ξέρξης, ἔφθη δὲ ἡ ναυμαχία γενομένη καὶ φυγὴ τῶν Περσῶν. ἐνταῦθα δὲ καὶ αἱ Φαρμακοῦσσαι, δύο νησία ὧν ἐν τῷ μείζονι Κίρκης τάφος δείκνυται.