Kitap 9
3.4
αὕτη μὲν οὖν συμμένει, ἡ δὲ Κίρρα καὶ ἡ Κρῖσα κατεσπάσθησαν, ἡ μὲν ὕστερον ὑπʼ Εὐρυλόχου τοῦ Θετταλοῦ κατὰ τὸν Κρισαῖον πόλεμον· εὐτυχήσαντες γὰρ οἱ Κρισαῖοι διὰ τὰ ἐκ τῆς Σικελίας καὶ τῆς Ἰταλίας τέλη, πικρῶς ἐτελώνουν τοὺς ἐπὶ τὸ ἱερὸν ἀφικνουμένους καὶ παρὰ τὰ προστάγματα τῶν Ἀμφικτυόνων. τὰ δʼ αὐτὰ καὶ τοῖς Ἀμφισσεῦσι συνέβη. Λοκρῶν δʼ εἰσὶν οὗτοι τῶν Ὀζολῶν. ἐπελθόντες γὰρ καὶ οὗτοι τήν τε Κρῖσαν ἀνέλαβον, καὶ τὸ πεδίον τὸ ὑπὸ τῶν Ἀμφικτυόνων ἀνιερωθὲν αὖθις κατεγεώργουν, καὶ χείρους ἦσαν περὶ τοὺς ξένους τῶν πάλαι Κρισαίων. καὶ τούτους οὖν ἐτιμωρήσαντο οἱ Ἀμφικτύονες, καὶ τῷ θεῷ τὴν χώραν ἀπέδοσαν. ὠλιγώρηται δʼ ἱκανῶς καὶ τὸ ἱερόν, πρότερον δʼ ὑπερβαλλόντως ἐτιμήθη. δηλοῦσι δʼ οἵ τε θησαυροὶ οὓς καὶ δῆμοι καὶ δυνάσται κατεσκεύασαν, εἰς οὓς καὶ χρήματα ἀνετίθεντο καθιερωμένα καὶ ἔργα τῶν ἀρίστων δημιουργῶν, καὶ ὁ ἀγὼν ὁ Πυθικὸς καὶ τὸ πλῆθος τῶν ἱστορουμένων χρησμῶν.