Kitap 9
2.28
ὁ δὲ ποιητὴς ἐφεξῆς ταῖς Κώπαις Εὔτρησιν τίθησι κώμιον Θεσπιέων· ἐνταῦθά φασι Ζῆθον καὶ Ἀμφίονα οἰκῆσαι πρὶν βασιλεῦσαι Θηβῶν. ἡ δὲ Θίσβη Θίσβαι νῦν λέγονται, οἰκεῖται δὲ μικρὸν ὑπὲρ τῆς θαλάττης ὅμορον Θεσπιεῦσι τὸ χωρίον καὶ τῇ Κορωνειακῇ, ὑποπεπτωκὸς ἐκ τοῦ νοτίου μέρους τῷ Ἑλικῶνι καὶ αὐτό· ἐπίνειον δʼ ἔχει πετρῶδες περιστερῶν μεστόν, ἐφʼ οὗ φησιν ὁ ποιητὴς πολυτρήρωνά τε Θίσβην. πλοῦς δʼ ἐστὶν ἐνθένδε εἰς Σικυῶνα σταδίων ἑκατὸν ἑξήκοντα.
2.29
ἑξῆς δὲ Κορώνειαν καταλέγει καὶ Ἁλίαρτον καὶ Πλαταιὰς καὶ Γλίσσαντα. ἡ μὲν οὖν Κορώνεια ἐγγὺς τοῦ Ἑλικῶνός ἐστιν ἐφʼ ὕψους ἱδρυμένη, κατελάβοντο δʼ αὐτὴν ἐπανιόντες ἐκ τῆς Θετταλικῆς Ἄρνης οἱ Βοιωτοὶ μετὰ τὰ Τρωικά, ὅτε περ καὶ τὸν Ὀρχομενὸν ἔσχον· κρατήσαντες δὲ τῆς Κορωνείας ἐν τῷ πρὸ αὐτῆς πεδίῳ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν ἱδρύσαντο ὁμώνυμον τῷ Θετταλικῷ, καὶ τὸν παραρρέοντα ποταμὸν Κουάριον προσηγόρευσαν ὁμοφώνως τῷ ἐκεῖ. Ἀλκαῖος δὲ καλεῖ Κωράλιον λέγων ὦ ʼνασσʼ Ἀθανάα πολεμηδόκος, ἅ ποι Κορωνίας ἐπὶ λαΐω ναύω πάροιθεν ἀμφιβαίνεις Κωραλίω ποταμῶ παρʼ ὄχθαις. ἐνταῦθα δὲ καὶ τὰ Παμβοιώτια συντέλουν· συγκαθίδρυται δὲ τῇ Ἀθηνᾷ ὁ Ἅιδης κατά τινα, ὥς φασι, μυστικὴν αἰτίαν. οἱ μὲν οὖν ἐν τῇ Κορωνείᾳ Κορώνιοι λέγονται, οἱ δʼ ἐν τῇ Μεσσηνιακῇ Κορωναεῖς.
2.30
Ἁλίαρτος δὲ νῦν οὐκέτι ἐστὶ κατασκαφεῖσα ἐν τῷ πρὸς Περσέα πολέμῳ, τὴν χώραν δʼ ἔχουσιν Ἀθηναῖοι δόντων Ῥωμαίων. ἔκειτο δὲ ἐν στενῷ χωρίῳ μεταξὺ ὑπερκειμένου ὄρους καὶ τῆς Κωπαΐδος λίμνης πλησίον τοῦ Περμησσοῦ καὶ τοῦ Ὀλμειοῦ καὶ τοῦ ἕλους τοῦ φύοντος τὸν αὐλητικὸν κάλαμον.