Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 9

1.17 ἔχουσι δὲ κἂν εἰ μὴ πάντες οἵ γε πολλοὶ μυθοποιίας συχνὰς καὶ ἱστορίας· καθάπερ Ἄφιδνα μὲν τὴν τῆς Ἑλένης ἁρπαγὴν ὑπὸ Θησέως καὶ τὴν ὑπὸ τῶν Διοσκούρων ἐκπόρθησιν αὐτῆς καὶ ἀνακομιδὴν τῆς ἀδελφῆς, Μαραθὼν δὲ τὸν Περσικὸν ἀγῶνα, Ῥαμνοῦς δὲ τὸ τῆς Νεμέσεως ξόανον, ὅ τινες μὲν Διοδότου φασὶν ἔργον τινὲς δὲ Ἀγορακρίτου τοῦ Παρίου, καὶ μεγέθει καὶ κάλλει σφόδρα κατωρθωμένον καὶ ἐνάμιλλον τοῖς Φειδίου ἔργοις. οὕτω δὲ καὶ Δεκέλεια μὲν τὸ ὁρμητήριον τῶν Πελοποννησίων κατὰ τὸν Δεκελεικὸν πόλεμον, Φυλὴ δὲ ὅθεν ἐπήγαγε τὸν δῆμον Θρασύβουλος εἰς Πειραιᾶ κἀκεῖθεν εἰς ἄστυ. οὕτω δὲ καὶ ἐπʼ ἄλλων πλειόνων ἔστιν ἱστορεῖν πολλά· καὶ ἔτι τὸ Λεωκόριον καὶ τὸ Θησεῖον μύθους ἔχει, καὶ τὸ Λύκειον καὶ τὸ Ὀλυμπικὸν ὸ τὸ Ὀλύμπιον, ὅπερ ἡμιτελὲς κατέλιπε τελευτῶν ὁ ἀναθεὶς βασιλεύς· ὁμοίως δὲ καὶ ἡ Ἀκαδημία καὶ οἱ κῆποι τῶν φιλοσόφων καὶ τὸ Ὠιδεῖον καὶ ἡ ποικίλη στοὰ καὶ τὰ ἱερὰ τὰ ἐν τῇ πόλει πλεῖστα ἔχοντα τεχνιτῶν ἔργα.
1.18 πολὺ δʼ ἂν πλείων εἴη λόγος, εἰ τοὺς ἀρχηγέτας τοῦ κτίσματος ἐξετάζοι τις ἀρξάμενος ἀπὸ Κέκροπος· οὐδὲ γὰρ ὁμοίως λέγουσιν ἅπαντες. τοῦτο δὲ καὶ ἀπὸ τῶν ὀνομάτων δῆλον· ἀκτὴν μὲν γὰρ ἀπὸ Ἀκταίωνος φασίν, Ἀτθίδα δὲ καὶ Ἀττικὴν ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ, ἀφʼ οὗ καὶ Κραναοὶ οἱ ἔνοικοι, Μοψοπίαν δὲ ἀπὸ Μοψόπου, Ἰωνίαν δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου, Ποσειδωνίαν δὲ καὶ Ἀθήνας ἀπὸ τῶν ἐπωνύμων θεῶν. εἴρηται δʼ ὅτι κἀνταῦθα φαίνεται τὸ τῶν Πελασγῶν ἔθνος ἐπιδημῆσαν, καὶ διότι ὑπὸ τῶν Ἀττικῶν Πελαργοὶ προσηγορεύθησαν διὰ τὴν πλάνην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi