Kitap 8
6.24
Ὀρνεαὶ δʼ εἰσὶν ἐπώνυμοι τῷ παραρρέοντι ποταμῷ, νῦν μὲν ἔρημοι πρότερον δʼ οἰκούμεναι καλῶς, ἱερὸν ἔχουσαι Πριάπου τιμώμενον, ἀφʼ ὧν καὶ ὁ τὰ Πριάπεια ποιήσας Εὐφορίων Ὀρνεάτην καλεῖ τὸν θεόν· κεῖνται δʼ ὑπὲρ τοῦ πεδίου τοῦ Σικυωνίων, τὴν δὲ χώραν ἔσχον Ἀργεῖοι. Ἀραιθυρέα δʼ ἐστὶν ἡ νῦν Φλιασία καλουμένη, πόλιν δʼ εἶχεν ὁμώνυμον τῇ χώρᾳ πρὸς ὄρει Κηλώσσῃ· οἱ δʼ ὕστερον ἀναστάντες ἐκεῖθεν πρὸ τριάκοντα σταδίων ἔκτισαν πόλιν, ἣν ἐκάλεσαν Φλιοῦντα· τῆς δὲ Κηλώσσης μέρος ὁ Καρνεάτης, ὅθεν λαμβάνει τὴν ἀρχὴν Ἀσωπὸς ὁ παραρρέων τὴν Σικυῶνα καὶ ποιῶν τὴν Ἀσωπίαν χώραν, μέρος οὖσαν τῆς Σικυωνίας. ἔστι δʼ Ἀσωπὸς καὶ ὁ παρὰ Θήβας ῥέων καὶ Πλαταιὰς καὶ Τάναγραν, ἄλλος δʼ ἔστιν ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ παρὰ κώμην ῥέων ἣν Παρασωπίους ὀνομάζουσι, τέταρτος δʼ ὁ ἐν Πάρῳ. κεῖται δʼ ὁ Φλιοῦς ἐν μέσῳ Σικυωνίας Ἀργείας Κλεωνῶν καὶ Στυμφάλου κύκλῳ περιεχόμενος· τιμᾶται δʼ ἐν Φλιοῦντι καὶ Σικυῶνι τὸ τῆς Δίας ἱερόν· καλοῦσι δʼ οὕτω τὴν Ἥβην.