Kitap 8
6.4
εἶθʼ ὁ Σαρωνικὸς κόλπος· οἱ δὲ πόντον λέγουσιν, οἱ δὲ πόρον, καθʼ ὃ καὶ πέλαγος λέγεται Σαρωνικὸνpost Σαρωνικὸν· καλεὶται δὲ πᾶς ὁ συνάπτων πόρος ἀπὸ τῆς Ἑρμιονικῆς καὶ τῆς περὶ τὸν Ἰσθμὸν θαλάττης τῷ τε Μυρτῴῳ πελάγει καὶ τῷ Κρητικῷ. τοῦ δὲ Σαρωνικοῦ Ἐπίδαυρός τέ ἐστι καὶ ἡ προκειμένη νῆσος Αἴγινα· εἶτα Κεγχρεαὶ τὸ τῶν Κορινθίων ἐπὶ τὰ πρὸς ἕω μέρη ναύσταθμον· εἶτα λιμὴν Σχοινοῦς πλεύσαντι τετταράκοντα καὶ πέντε σταδίους· ἀπὸ δὲ Μαλεῶν τοὺς πάντας περὶ χιλίους καὶ ὀκτακοσίους. κατὰ δὲ τὸν Σχοινοῦντα ὁ δίολκος τὸ στενώτατον τοῦ Ἰσθμοῦ, περὶ ὃν τὸ τοῦ Ἰσθμίου Ποσειδῶνος ἱερόν· ἀλλὰ ταῦτα μὲν ὑπερκείσθω· ἔξω γάρ ἐστι τῆς Ἀργείας. ἀναλαβόντες δʼ ἐφοδεύσωμεν πάλιν τὰ κατὰ τὴν Ἀργείαν.