Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 8

4.6 πλησίον δὲ τῆς Κορώνης κατὰ μέσον πως τὸν κόλπον ὁ Παμισὸς ποταμὸς ἐκβάλλει, ταύτην μὲν ἐν δεξιᾷ ἔχων καὶ τὰς ἑξῆς· ὧν εἰσιν ἔσχαται πρὸς δύσιν Πύλος καὶ Κυπαρισσία, μέση δὲ τούτων Ἔρανα, ἣν οὐκ εὖ τινες Ἀρήνην νενομίκασι πρότερον· Θουρίαν δὲ καὶ Φαρὰς ἐν ἀριστερᾷ. μέγιστος δʼ ἐστὶ ποταμῶν τῶν ἐντὸς Ἰσθμοῦ καίπερ οὐ πλείους ἢ ἑκατὸν σταδίους ἐκ τῶν πηγῶν ῥυεὶς δαψιλὴς τῷ ὕδατι διὰ τοῦ Μεσσηνιακοῦ πεδίου καὶ τῆς Μακαρίας καλουμένης· ἀφέστηκέ τε τῆς νῦν Μεσσηνίων πόλεως ὁ ποταμὸς σταδίουςpost σταδίους· διακοσίους καὶ πεντήκοντα. ἔστι δὲ καὶ ἄλλος Παμισὸς χαραδρώδης μικρὸς περὶ Λεῦκτρον ῥέων τὸ Λακωνικόν, περὶ οὗ κρίσιν ἔσχον Μεσσήνιοι πρὸς Λακεδαιμονίους ἐπὶ Φιλίππου· τὸν δὲ Παμισόν, ὃν Ἄμαθόν τινες ὠνόμασαν,ante προειρήκαμεν· ὡς προειρήκαμεν.
4.7 Ἔφορος δὲ τὸν Κρεσφόντην, ἐπειδὴ εἷλε Μεσσήνην, διελεῖν φησιν εἰς πέντε πόλεις αὐτήν, ὥστε Στενύκλαρον μὲν ἐν τῷ μέσῳ τῆς χώρας ταύτης κειμένην ἀποδεῖξαι βασίλειον αὑτῷ, εἰς δὲ τὰς ἄλλας βασιλέας πέμψαι, Πύλον καὶ Ῥίον καὶ Μεσόλαν καὶ Ὑαμεῖτιν, ποιήσαντα ἰσονόμους πάντας τοῖς Δωριεῦσι τοὺς Μεσσηνίους· ἀγανακτούντων δὲ τῶν Δωριέων μεταγνόντα μόνον τὸν Στενύκλαρον νομίσαι πόλιν, εἰς τοῦτον δὲ καὶ τοὺς Δωριέας συναγαγεῖν πάντας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi