Kitap 7
fragments.20
μετὰ δὲ τὸ Δῖον αἱ τοῦ Ἁλιάκμονος ἐκβολαί· εἶτα Πύδνα Μεθώνη Ἄλωρος καὶ ὁ Ἐρίγων ποταμὸς καὶ Λουδίας, ὁ μὲν ἐκ Τρικλάρων ῥέων διʼ Ὀρεστῶν καὶ τῆς Πελαγονίας ἐν ἀριστερᾷ ἀφιεὶς τὴν πόλιν καὶ συμβάλλων τῷ Ἀξιῷ· ὁ δὲ Λουδίας εἰς Πέλλαν ἀνάπλουν ἔχων σταδίων ἑκατὸν καὶ εἴκοσι. μέση δʼ οὖσα ἡ Μεθώνη τῆς μὲν Πύδνης ὅσον τετταράκοντα σταδίων ἀπέχει, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα. ἔστι δʼ ἡ Ἄλωρος τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου· λέγεται δὲ Θεσσαλονίκεια διὰ τὴν ἐπιφάνειαν. τὴν μὲν οὖν Ἄλωρον Βοτταϊκὴν νομίζουσι, τὴν δὲ Πύδναν Πιερικήν. Πέλλα ἐστὶ μὲν τῆς κάτω Μακεδονίας ἣν Βοττιαῖοι κατεῖχον· ἐνταῦθʼ ἦν πάλαι τὸ τῆς Μακεδονίας χρηματιστήριον· ηὔξησε τὴν πόλιν ἐκ μικρᾶς Φίλιππος τραφεὶς ἐν αὐτῇ. ἔχει δʼ ἄκραν ἐν λίμνῃ τῇ καλουμένῃ Λουδίᾳ· ἐκ ταύτης ὁ Λουδίας ἐκδίδωσι ποταμός, αὐτὴν δὲ πληροῖ τοῦ Ἀξιοῦ τι ἀπόσπασμα. ὁ δὲ Ἀξιὸς ἐκδίδωσι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ ποταμῷ τούτῳ χωρίον ἐρυμνόν, ὃ νῦν μὲν καλεῖται Ἀβυδών, Ὅμηρος δʼ Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρυρέοντος.Hom. Il. 2.849 κατεσκάφη δʼ ὑπὸ τῶν Ἀργεαδῶν. E.