Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 2

5.38 Ἐν δὲ τοῖς τοῦ διʼ Ἀλεξανδρείας καὶ Κυρήνης νοτιωτέροις ὅσον τετρακοσίοις σταδίοις, ὅπου ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκατεττάρων, κατὰ κορυφὴν γίνεται ὁ ἀρκτοῦρος μικρὸν ἐκκλίνων πρὸς νότον. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ πέντε πρὸς τρία. Καρχηδόνος δὲ νοτιώτεροί εἰσι χιλίοις καὶ τριακοσίοις σταδίοις,post σταδίοις· καὶ Ἀλεξανδρείας δὲ νοτιώτεροι εἴπερ ἐν Καρχηδόνι ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ ἕνδεκα πρὸς τὰ ἑπτά. διήκει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν διὰ Κυρήνης καὶ τῶν νοτιωτέρων Καρχηδόνος ἐνακοσίοις σταδίοις μέχρι Μαυρουσίας μέσης, τῇ δὲ διʼ Αἰγύπτου καὶ Κοίλης Συρίας καὶ τῆς ἄνω Συρίας καὶ Βαβυλωνίας καὶ Σουσιάδος Περσίδος Καρμανίας Γεδρωσίας τῆς ἄνω μέχρι τῆς Ἰνδικῆς.
5.39 Ἐν δὲ τοῖς περὶ Πτολεμαΐδα τὴν ἐν τῇ Φοινίκῃ καὶ Σιδῶνα καὶ Τύρον ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ τετάρτου· βορειότεροι δʼ εἰσὶν οὗτοι Ἀλεξανδρείας μὲν ὡς χιλίοις ἑξακοσίοις σταδίοις, Καρχηδόνος δὲ ὡς ἑπτακοσίοις. ἐν δὲ τῇ Πελοποννήσῳ καὶ περὶ τὰ μέσα τῆς Ῥοδίας καὶ περὶ Ξάνθον τῆς Λυκίας ἢ τὰ μικρῷ νοτιώτερα καὶ ἔτι τὰ Συρακοσίων νοτιώτερα τετρακοσίοις σταδίοις, ἐνταῦθα ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ ἡμίσους· ἀπέχουσι δʼ οἱ τόποι οὗτοι Ἀλεξανδρείας μὲν τρισχιλίους ἑξακοσίους τετταράκοντα · διήκει δʼ ὁ παράλληλος οὗτος κατʼ Ἐρατοσθένη διὰ Καρίας Λυκαονίας Καταονίας Μηδίας Κασπίων πυλῶν Ἰνδῶν τῶν κατὰ Καύκασον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi