Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 2

5.27 κατὰ μέρος δʼ ἐστὶ πρώτη πασῶν ἀπὸ τῆς ἑσπέρας ἡ Ἰβηρία, βύρσῃ βοείᾳ παραπλησία, τῶν ὡς ἂν τραχηλιμαίων μερῶν ὑπερπιπτόντων εἰς τὴν συνεχῆ Κελτικήν· ταῦτα δʼ ἐστὶ τὰ πρὸς ἕω, καὶ τούτοις ἐναποτέμνεται τὸ πλευρὸν * ὄρος ἡ καλουμένη Πυρήνη. * αὕτη δʼ ἐστὶ περίρρυτος τῇ θαλάττῃ τὸ μὲν νότιον τῇ καθʼ ἡμᾶς μέχρι στηλῶν, τὰ δὲ λοιπὰ τῇ Ἀτλαντικῇ μέχρι τῶν βορείων ἄκρων τῆς Πυρήνης. μῆκος δὲ τῆς χώρας ταύτης ἐστὶ περὶ ἑξακισχιλίους σταδίους τὸ μέγιστον, πλάτος δὲ πεντακισχιλίους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi