Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 17

3.22 μετὰ δὲ τὴν Ἀπολλωνίαν ἐστὶν ἡ λοιπὴ τῶν Κυρηναίων παραλία μέχρι Καταβαθμοῦ σταδίων δισχιλίων διακοσίων, οὐ πάνυ εὐπαράπλους· καὶ γὰρ λιμένες ὀλίγοι καὶ ὕφορμοι καὶ κατοικίαι καὶ ὑδρεῖα. τῶν δὲ μάλιστα ὀνομαζομένων κατὰ τὸν παράπλουν τόπων τό τε Ναύσταθμόν ἐστι καὶ τὸ Ζεφύριον πρόσορμον ἔχον καὶ ἄλλο Ζεφύριον καὶ ἄκρα Χερρόνησος λιμένα ἔχουσα· κεῖται δὲ κατὰ * κύκλον τῆς Κρήτης ἐν διάρματι χιλίων καὶ πεντακοσίων σταδίων νότῳ· εἶτα Ἡράκλειόν τι ἱερὸν καὶ ὑπὲρ αὐτοῦ κώμη Παλίουρος· εἶτα λιμὴν Μενέλαος καὶ Ἀρδανὶς ἄκρα ταπεινὴ ὕφορμον ἔχουσα· εἶτα μέγας λιμὴν καθʼ ὃν ἡ ἐν τῇ Κρήτῃ Χερρόνησος ἵδρυται, δισχιλίων που σταδίων δίαρμα ἀπολείπουσα μεταξύ· ὅλη γὰρ σχεδόν τι τῇ παραλίᾳ ταύτῃ ἀντίκειται παράλληλος ἡ Κρήτη στενὴ καὶ μακρά. μετὰ δὲ τὸν μέγαν λιμένα ἄλλος λιμὴν Πλυνός, καὶ ὑπὲρ αὐτὸν Τετραπυργία. καλεῖται δὲ ὁ τόπος Κατάβαθμος· μέχρι δεῦρο ἡ Κυρηναία. τὸ δὲ λοιπὸν ἤδη μέχρι Παραιτονίου κἀκεῖθεν εἰς Ἀλεξάνδρειανante εἴρηται· ἣ καὶ εἴρηται ἡμῖν ἐν τοῖς Αἰγυπτιακοῖς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi