Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 17

1.32 ἔστι δὲ καὶ Σαράπειον ἐν ἀμμώδει τόπῳ σφόδρα ὥσθʼ ὑπʼ ἀνέμων θῖνας ἄμμων σωρεύεσθαι, ὑφʼ ὧν αἱ σφίγγες αἱ μὲν καὶ μέχρι κεφαλῆς ἑωρῶντο ὑφʼ ἡμῶν κατακεχωσμέναι αἱ δʼ ἡμιφανεῖς· ἐξ ὧν εἰκάζειν παρῆν τὸν κίνδυνον, εἰ τῷ βαδίζοντι πρὸς τὸ ἱερὸν λαῖλαψ ἐπιπέσοι. πόλις δʼ ἐστὶ μεγάλη τε καὶ εὔανδρος, δευτέρα μετὰ Ἀλεξάνδρειαν, μιγάδων ἀνδρῶν, καθάπερ καὶ τῶν ἐκεῖ συνῳκισμένων· πρόκεινται δὲ καὶ λίμναι τῆς πόλεως καὶ τῶν βασιλείων, ἃ νῦν μὲν κατέσπασται καί ἐστιν ἔρημα· ἵδρυται δʼ ἐφʼ ὕψους καθήκοντα μέχρι τοῦ κάτω τῆς πόλεως ἐδάφους· συνάπτει δʼ ἄλσος αὐτῷ καὶ λίμνη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi