Kitap 15
1.61
Ἀριστόβουλος δὲ τῶν ἐν Ταξίλοις σοφιστῶν ἰδεῖν δύο φησί, Βραχμᾶνας ἀμφοτέρους, τὸν μὲν πρεσβύτερον ἐξυρημένον τὸν δὲ νεώτερον κομήτην, ἀμφοτέροις δʼ ἀκολουθεῖν μαθητάς· τὸν μὲν οὖν ἄλλον χρόνον κατʼ ἀγορὰν διατρίβειν, τιμωμένους ἀντὶ συμβούλων, ἐξουσίαν ἔχοντας ὅ τι βούλονται τῶν ὠνίων φέρεσθαι δωρεάν· ὅτῳ δʼ ἂν προσίωσι, καταχεῖν αὐτῶν τοῦ σησαμίνου λίπους ὥστε καὶ κατὰ τῶν ὀμμάτων ῥεῖν· τοῦ τε μέλιτος πολλοῦ προκειμένου καὶ τοῦ σησάμου μάζας ποιουμένους τρέφεσθαι δωρεάν· παρερχομένους δὲ καὶ πρὸς τὴν Ἀλεξάνδρου τράπεζαν, παραστάντας δειπνεῖν καὶ καρτερίαν διδάσκειν, παραχωροῦντας εἴς τινα τόπον πλησίον, ὅπου τὸν μὲν πρεσβύτερον πεσόντα ὕπτιον ἀνέχεσθαι τῶν ἡλίων καὶ τῶν ὄμβρων (ἤδη γὰρ ὕειν ἀρχομένου τοῦ ἔαρος), τὸν δʼ ἑστάναι μονοσκελῆ ξύλον ἐπηρμένον ἀμφοτέραις ταῖς χερσὶν ὅσον τρίπηχυ, κάμνοντος δὲ τοῦ σκέλους ἐπὶ θάτερον μεταφέρειν τὴν βάσιν καὶ διατελεῖν οὕτως τὴν ἡμέραν ὅλην· φανῆναι δʼ ἐγκρατέστερον μακρῷ τὸν νεώτερον· συνακολουθήσαντα γὰρ μικρὰ τῷ βασιλεῖ ταχὺ ἀναστρέψαι πάλιν ἐπʼ οἴκου, μετιόντος τε αὐτὸν κελεῦσαι ἥκειν εἴτου βούλεται τυγχάνειν· τὸν δὲ συναπᾶραι μέχρι τέλους καὶ μεταμφιάσασθαι καὶ μεταθέσθαι τὴν δίαιταν συνόντα τῷ βασιλεῖ· ἐπιτιμώμενον δʼ ὑπό τινων λέγειν ὡς ἐκπληρώσειε τὰ τετταράκοντα ἔτη τῆς ἀσκήσεως, ἃ ὑπέσχετο, Ἀλέξανδρον δὲ τοῖς παισὶν αὐτοῦ δοῦναι δωρεάν.