Kitap 15
1.6
Ἐκεῖνος μὲν δὴ ἐπίστευσεν· ἡμῖν δὲ τίς ἂν δικαία γένοιτο πίστις περὶ τῶν Ἰνδικῶν ἐκ τῆς τοιαύτης στρατείας τοῦ Κύρου ἢ τῆς Σεμιράμιδος; συναποφαίνεται δέ πως καὶ Μεγασθένης τῷ λόγῳ τούτῳ κελεύων ἀπιστεῖν ταῖς ἀρχαίαις περὶ Ἰνδῶν ἱστορίαις· οὔτε γὰρ παρʼ Ἰνδῶν ἔξω σταλῆναί ποτε στρατιάν, οὔτʼ ἐπελθεῖν ἔξωθεν καὶ κρατῆσαι πλὴν τῆς μεθʼ Ἡρακλέους καὶ Διονύσου καὶ τῆς νῦν μετὰ Μακεδόνων. καίτοι Σέσωστριν μὲν τὸν Αἰγύπτιον καὶ Τεάρκωνα τὸν Αἰθίοπα ἕως Εὐρώπης προελθεῖν, Ναβοκοδρόσορον δὲ τὸν παρὰ Χαλδαίοις εὐδοκιμήσαντα Ἡρακλέους μᾶλλον καὶ ἕως Στηλῶν ἐλάσαι. μέχρι μὲν δὴ δεῦρο καὶ Τεάρκωνα ἀφικέσθαι, ἐκεῖνον δὲ καὶ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Θρᾴκην καὶ τὸν Πόντον ἀγαγεῖν τὴν στρατιάν· Ἰδάνθυρσον δὲ τὸν Σκύθην ἐπιδραμεῖν τῆς Ἀσίας μέχρι Αἰγύπτου· τῆς δὲ Ἰνδικῆς μηδένα τούτων ἅψασθαι· καὶ Σεμίραμιν δʼ ἀποθανεῖν πρὸ τῆς ἐπιχειρήσεως· Πέρσας δὲ μισθοφόρους μὲν ἐκ τῆς Ἰνδικῆς μεταπέμψασθαι Ὑδράκας, ἐκεῖ δὲ μὴ στρατεῦσαι, ἀλλʼ ἐγγὺς ἐλθεῖν μόνον ἡνίκα Κῦρος ἤλαυνεν ἐπὶ Μασσαγέτας.