Kitap 14
3.1
μετὰ δὲ τὴν Ῥοδίων περαίαν ἧς ὅριον τὰ Δαίδαλα ἐφεξῆς πλέουσι πρὸς ἀνίσχοντα ἥλιον ἡ Λυκία κεῖται μέχρι Παμφυλίας, εἶθʼ ἡ Παμφυλία μέχρι Κιλίκων τῶν τραχέων, εἶθʼ ἡ τούτων μέχρι τῶν ἄλλων Κιλίκων τῶν περὶ τὸν Ἰσσικὸν κόλπον· ταῦτα δʼ ἐστὶ μέρη μὲν τῆς χερρονήσου, ἧς τὸν ἰσθμὸν ἔφαμεν τὴν ἀπὸ Ἰσσοῦ ὁδὸν μέχρι Ἀμισοῦ ἢ Σινώπης, ὥς τινες, ἐκτὸς δὲ τοῦ Ταύρου ἐν στενῇ παραλίᾳ τῇ ἀπὸ Λυκίας μέχρι τῶν περὶ Σόλους τόπων, τὴν νῦν Πομπηιόπολιν· ἔπειτα ἤδη εἰς πεδία ἀναπέπταται ἡ κατὰ τὸν Ἰσσικὸν κόλπον παραλία ἀπὸ Σόλων καὶ Ταρσοῦ ἀρξαμένη. ταύτην οὖν ἐπελθοῦσιν ὁ πᾶς περὶ τῆς χερρονήσου λόγος ἔσται περιωδευμένος· εἶτα μεταβησόμεθα ἐπὶ τὰ ἄλλα μέρη τῆς Ἀσίας τὰ ἐκτὸς τοῦ Ταύρου. τελευταῖα δʼ ἐκθήσομεν τὰ περὶ τὴν Λιβύην.