Kitap 14
1.45
ἀπὸ δὲ τριάκοντα σταδίων τῆς Νύσης ὑπερβᾶσι Τμῶλον καὶ τὸ ὄρος τὴν Μεσωγίδα ἐπὶ τὰ πρὸς νότον μέρη καλεῖται τόπος Λειμών, εἰς ὃν ἐξοδεύουσι πανηγυριοῦντες Νυσαεῖς τε καὶ οἱ κύκλῳ πάντες· οὐ πόρρω δὲ τούτου στόμιόν ἐστιν ἱερὸν τῶν αὐτῶν θεῶν, ὅ φασι καθήκειν μέχρι τῶν Ἀχαράκων. τοῦτον δὲ τὸν λειμῶνα ὀνομάζειν τὸν ποιητήν φασιν ὅταν φῇ Ἀσίω ἐν λειμῶνι, δεικνύντες Καϋστρίου καὶ Ἀσίου τινὸς ἡρῷον καὶ τὸν Κάυστρον πλησίον ἀπορρέοντα.
1.46
ἱστοροῦσι δὲ τρεῖς ἀδελφούς, Ἄθυμβρόν τε καὶ Ἀθύμβραδον καὶ Ὕδρηλον, ἐλθόντας ἐκ Λακεδαίμονος τὰς ἐπωνύμους ἑαυτῶν κτίσαι πόλεις, λιπανδρῆσαι δʼ ὕστερον, ἐξ ἐκείνων δὲ συνοικισθῆναι τὴν Νῦσαν· καὶ νῦν Ἄθυμβρον ἀρχηγέτην νομίζουσιν οἱ Νυσαεῖς.
1.47
περίκεινται δὲ ἀξιόλογοι κατοικίαι πέραν τοῦ Μαιάνδρου, Κοσκίνια καὶ Ὀρθωσία· ἐντὸς δὲ Βρίουλα Μάσταυρα Ἀχάρακα καὶ ὑπὲρ τῆς πόλεως ἐν τῷ ὄρει τὰ Ἄρομαpost Ἄρομα· συστέλλοντες τὸ ῥῶ γράμμα., ὅθεν ἄριστος Μεσωγίτης οἶνος ὁ Ἀρομεύς.
1.48
ἄνδρες δὲ γεγόνασιν ἔνδοξοι Νυσαεῖς Ἀπολλώνιός τε ὁ στωικὸς φιλόσοφος τῶν Παναιτίου γνωρίμων ἄριστος, καὶ Μενεκράτης Ἀριστάρχου μαθητής, καὶ Ἀριστόδημος ἐκείνου υἱός, οὗ διηκούσαμεν ἡμεῖς ἐσχατόγηρω νέοι παντελῶς ἐν τῇ Νύσῃ· καὶ Σώστρατος δὲ ὁ ἀδελφὸς τοῦ Ἀριστοδήμου καὶ ἄλλος Ἀριστόδημος ἀνεψιὸς αὐτοῦ ὁ παιδεύσας Μάγνον Πομπήιον ἀξιόλογοι γεγόνασι γραμματικοί· ὁ δʼ ἡμέτερος καὶ ἐρρητόρευε καὶ ἐν τῇ Ῥόδῳ καὶ ἐν τῇ πατρίδι δύο σχολὰς συνεῖχε, πρωὶ μὲν τὴν ῥητορικὴν δείλης δὲ τὴν γραμματικὴν σχολήν· ἐν δὲ τῇ Ῥώμῃ τῶν Μάγνου παίδων ἐπιστατῶν ἠρκεῖτο τῇ γραμματικῇ σχολῇ.