Kitap 13
4.3
ἄνδρες δʼ ἐγένοντο ἐλλόγιμοι καθʼ ἡμᾶς Περγαμηνοὶ Μιθριδάτης τε Μηνοδότου υἱὸς καὶ Ἀδοβογιωνίδος τοῦ τετραρχικοῦ τῶν Γαλατῶν γένους, ἣν καὶ παλλακεῦσαι τῷ βασιλεῖ Μιθριδάτῃ φασίν· ὅθεν καὶ τοὔνομα τῷ παιδὶ θέσθαι τοὺς ἐπιτηδείους προσποιησαμένους ἐκ τοῦ βασιλέως αὐτὸν γεγονέναι. οὗτος γοῦν Καίσαρι τῷ θεῷ γενόμενος φίλος εἰς τοσόνδε προῆλθε τιμῆς ὥστε καὶ τετράρχης ἀπεδείχθη ἀπὸ τοῦ μητρῴου γένους καὶ βασιλεὺς ἄλλων τε καὶ τοῦ Βοσπόρου· κατελύθη δʼ ὑπὸ Ἀσάνδρου τοῦ καὶ Φαρνάκην ἀνελόντος τὸν βασιλέα καὶ κατασχόντος τὸν Βόσπορον. οὗτός τε δὴ ὀνόματος ἠξίωται μεγάλου, καὶ Ἀπολλόδωρος ὁ ῥήτωρ ὁ τὰς τέχνας συγγράψας καὶ τὴν Ἀπολλοδώρειον αἵρεσιν παραγαγών, ἥτις ποτʼ ἐστί· πολλὰ γὰρ ἐπεκράτει, μείζονα δὲ ἢ καθʼ ἡμᾶς ἔχοντα τὴν κρίσιν, ὧν ἔστι καὶ ἡ Ἀπολλοδώρειος αἵρεσις καὶ ἡ Θεοδώρειος. μάλιστα δὲ ἐξῆρε τὸν Ἀπολλόδωρον ἡ τοῦ Καίσαρος φιλία τοῦ Σεβαστοῦ, διδάσκαλον τῶν λόγων γενόμενον· μαθητὴν δʼ ἔσχεν ἀξιόλογον Διονύσιον τὸν ἐπικληθέντα Ἀττικόν, πολίτην αὐτοῦ· καὶ γὰρ σοφιστὴς ἦν ἱκανὸς καὶ συγγραφεὺς καὶ λογογράφος.