Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 13

1.58 φησὶ δὲ Μυρσίλος Μηθυμναίων κτίσμα εἶναι τὴν Ἄσσον, Ἑλλάνικός τε καὶ Αἰολίδα φησίν, ὥσπερ καὶ τὰ Γάργαρα καὶ ἡ Λαμπωνία Αἰολέων. Ἀσσίων γάρ ἐστι κτίσμα τὰ Γάργαρα, οὐκ εὖ συνοικούμενα· ἐποίκους γὰρ οἱ βασιλεῖς εἰσήγαγον ἐκ Μιλητουπόλεως ἐρημώσαντες ἐκείνην, ὥστε ἡμιβαρβάρους γενέσθαι φησὶ Δημήτριος αὐτοὺς ὁ Σκήψιος ἀντὶ Αἰολέων. καθʼ Ὅμηρον μέντοι ταῦτα πάντα ἦν Λελέγων, οὓς τινὲς μὲν Κᾶρας ἀποφαίνουσιν, Ὅμηρος δὲ χωρίζει πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι καὶ Λέλεγες καὶ Καύκωνες.Hom. Il. 10.428 ἕτεροι μὲν τοίνυν τῶν Καρῶν ὑπῆρξαν, ᾤκουν δὲ μεταξὺ τῶν ὑπὸ τῷ Αἰνείᾳ καὶ τῶν καλουμένων ὑπὸ τοῦ ποιητοῦ Κιλίκων· ἐκπορθηθέντες δὲ ὑπὸ τοῦ Ἀχιλλέως μετέστησαν εἰς τὴν Καρίαν, καὶ κατέσχον τὰ περὶ τὴν νῦν Ἁλικαρνασὸν χωρία.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi