Kitap 13
1.46
ἔστι δὴ μετὰ τὴν Σιγειάδα ἄκραν καὶ τὸ Ἀχίλλειον ἡ Τενεδίων περαία τὸ Ἀχαίιον καὶ αὐτὴ ἡ Τένεδος, οὐ πλείους τῶν τετταράκοντα σταδίων διέχουσα τῆς ἠπείρου· ἔχει δὲ τὴν περίμετρον ὅσον ὀγδοήκοντα σταδίων καὶ πόλιν Αἰολίδα καὶ λιμένας δύο καὶ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος, καθάπερ καὶ ὁ ποιητὴς μαρτυρεῖ Τενέδοιό τε ἶφι ἀνάσσεις, Σμινθεῦ.Hom. Il. 1.38 περίκειται δʼ αὐτῇ νησία πλείω, καὶ δὴ καὶ δύο ἃ καλοῦσι Καλύδνας, κειμένας κατὰ τὸν ἐπὶ Λεκτὸν πλοῦν· καὶ αὐτὴν δὲ τὴν Τένεδον Κάλυδναν τινὲς εἶπον, ἄλλοι δὲ Λεύκοφρυν. μυθεύουσι δʼ ἐν αὐτῇ τὰ περὶ τὸν Τέννη ἀφʼ οὗ καὶ τοὔνομα τῇ νήσῳ, καὶ τὰ περὶ τὸν Κύκνον, Θρᾷκα τὸ γένος, πατέρα δʼ, ὥς τινες, τοῦ Τέννου, βασιλέα δὲ Κολωνῶν.
1.47
ἦν δὲ τῷ Ἀχαιίῳ συνεχὴς ἥ τε Λάρισα καὶ Κολωναί, τῆς Τενεδίων περαίας οὖσαι πρότερον, καὶ ἡ νῦν Χρῦσα, ἐφʼ ὕψους τινὸς πετρώδους ὑπὲρ τῆς θαλάττης ἱδρυμένη, καὶ ἡ Ἁμαξιτὸς ἡ τῷ Λεκτῷ ὑποκειμένη συνεχής· νῦν δʼ ἡ Ἀλεξάνδρεια συνεχής ἐστι τῷ Ἀχαιίῳ· τὰ δὲ πολίσματα ἐκεῖνα συνῳκισμένα τυγχάνει, καθάπερ καὶ ἄλλα πλείω τῶν φρουρίων, εἰς τὴν Ἀλεξάνδρειαν, ὧν καὶ Κεβρήνη καὶ Νεανδρία ἐστὶ καὶ τὴν χώραν ἔχουσιν ἐκεῖνοι· ὁ δὲ τόπος ἐν ᾧ νῦν κεῖται ἡ Ἀλεξάνδρεια Σιγία ἐκαλεῖτο.