Kitap 12
8.7
μετὰ δὲ τὰ Τρωικὰ αἵ τε τῶν Ἑλλήνων ἀποικίαι καὶ αἱ Τρηρῶν καὶ αἱ Κιμμερίων ἔφοδοι καὶ Λυδῶν καὶ μετὰ ταῦτα Περσῶν καὶ Μακεδόνων τό τε τελευταῖον Γαλατῶν ἐτάραξαν πάντα καὶ συνέχεαν. γέγονε δὲ ἡ ἀσάφεια οὐ διὰ τὰς μεταβολὰς μόνον ἀλλὰ καὶ διὰ τὰς τῶν συγγραφέων ἀνομολογίας περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ λεγόντων, τοὺς μὲν Τρῶας καλούντων Φρύγας καθάπερ οἱ τραγικοί, τοὺς δὲ Λυκίους Κᾶρας καὶ ἄλλους οὕτως. οἱ δὲ Τρῶες οὕτως ἐκ μικρῶν αὐξηθέντες ὥστε καὶ βασιλεῖς βασιλέων εἶναι, παρέσχον καὶ τῷ ποιητῇ λόγον τίνα χρὴ καλεῖν Τροίαν, καὶ τοῖς ἐξηγουμένοις ἐκεῖνον. λέγει μὲν γὰρ καὶ κοινῶς ἅπαντας Τρῶας τοὺς συμπολεμήσαντας αὐτοῖς, ὥσπερ καὶ Δαναοὺς καὶ Ἀχαιοὺς τοὺς ἐναντίους· ἀλλʼ οὐ δήπου Τροίαν καὶ τὴν Παφλαγονίαν ἐροῦμεν· νὴ Δία, οὐδὲ τὴν Καρίαν ἢ τὴν ὅμορον αὐτῇ Λυκίαν. λέγω δʼ ὅταν οὕτω φῇ Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν,Hom. Il. 3.2 ἐκ δὲ τῶν ἐναντίων οἱ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί.Hom. Il. 3.8 καὶ ἄλλως δὲ λέγει πολλαχῶς. ὅμως δὲ καίπερ τοιούτων ὄντων πειρατέον διαιτᾶν ἕκαστα εἰς δύναμιν· ὅ τι δʼ ἂν διαφύγῃ τῆς παλαιᾶς ἱστορίας, τοῦτο μὲν ἐατέον (οὐ γὰρ ἐνταῦθα τὸ τῆς γεωγραφίας ἔργον), τὰ δὲ νῦν ὄντα λεκτέον.