Kitap 12
8.1
τοῖς δὲ Βιθυνοῖς ὁμοροῦσι πρὸς νότον, ὡς ἔφην, οἱ περὶ τὸν Ὄλυμπον τὸν Μύσιον προσαγορευόμενον Μυσοί τε καὶ Φρύγες· ἑκάτερον δὲ τὸ ἔθνος διττόν ἐστι. Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευσε καὶ ἧς μέρος οἱ Γαλάται κατέσχον, ἡ δὲ μικρὰ ἡ ἐφʼ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον ἡ καὶ Ἐπίκτητος λεγομένη. Μυσία τε ὁμοίως ἥ τε Ὀλυμπηνὴ συνεχὴς οὖσα τῇ Βιθυνίᾳ καὶ τῇ Ἐπικτήτῳ, ἣν ἔφη Ἀρτεμίδωρος ἀπὸ τῶν πέραν Ἴστρου Μυσῶν ἀπῳκίσθαι, καὶ ἡ περὶ τὸν Κάικον καὶ τὴν Περγαμηνὴν μέχρι Τευθρανίας καὶ τῶν ἐκβολῶν τοῦ ποταμοῦ.
8.2
οὕτω δʼ ἐνήλλακται ταῦτα ἐν ἀλλήλοις, ὡς πολλάκις λέγομεν, ὥστε καὶ τὴν περὶpost περὶ· τὴν Σίπυλον Φρυγίαν οἱ παλαιοὶ καλοῦσιν, ἄδηλον εἴτε τῆς μεγάλης εἴτε τῆς μικρᾶς μέρος οὖσαν, ᾗ καὶ τὸν Τάνταλον Φρύγα καὶ τὸν Πέλοπα καὶ τὴν Νιόβην· ὁποτέρως δʼ ἂν ἔχῃ, ἥ γε ἐπάλλαξις φανερά. ἡ γὰρ Περγαμηνὴ καὶ ἡ Ἐλαῗτις, καθʼ ἣν ὁ Κάικος ἐκπίπτει, καὶ ἡ μεταξὺ τούτων Τευθρανία, ἐν ᾗ Τεύθρας καὶ ἡ τοῦ Τηλέφου ἐκτροφή, ἀνὰ μέσον ἐστὶ τοῦ τε Ἑλλησπόντου καὶ τῆς περὶ Σίπυλον καὶ Μαγνησίαν τὴν ὑπʼ αὐτῷ χώρας· ὥσθʼ ὅπερ ἔφην ἔργον διορίσαι χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα