Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 12

4.9 ἄνδρες δʼ ἀξιόλογοι κατὰ παιδείαν γεγόνασιν ἐν τῇ Βιθυνίᾳ Ξενοκράτης τε ὁ φιλόσοφος καὶ Διονύσιος ὁ διαλεκτικὸς καὶ Ἵππαρχος καὶ Θεοδόσιος καὶ οἱ παῖδες αὐτοῦ μαθηματικοὶ Κλεοχάρης τε ῥήτωρ ὅ τε Μυρλεανὸς Ἀσκληπιάδης γραμματικὸς ἰατρός τε ὁ Προυσιεύς.
4.10 πρὸς νότον δʼ εἰσὶ τοῖς Βιθυνοῖς οἱ περὶ τὸν Ὄλυμπον Μυσοὶ (οὓς Ὀλυμπηνοὺς καλοῦσί τινες, οἱ δʼ Ἑλλησποντίους) καὶ ἡ ἐφʼ Ἑλλησπόντῳ Φρυγία, τοῖς δὲ Παφλαγόσι Γαλάται· ἀμφοτέρων τε τούτων ἔτι πρὸς νότον ἡ μεγάλη Φρυγία καὶ Λυκαονία μέχρι τοῦ Ταύρου τοῦ Κιλικίου καὶ τοῦ Πισιδικοῦ. ἐπεὶ δὲ τὰ τῇ Παφλαγονίᾳ συνεχῆ παράκειται τῷ Πόντῳ καὶ τῇ Καππαδοκίᾳ καὶ τοῖς ἤδη περιωδευμένοις ἔθνεσιν, οἰκεῖον ἂν εἴη τὰ τούτοις γειτονοῦντα μέρη προσαποδοῦναι πρῶτον, ἔπειτα τοὺς ἑξῆς τόπους παραδεῖξαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi