Kitap 11
13.2
κεῖται δὲ ἡ χώρα τῇ μὲν Ἀρμενίᾳpost Ἀρμενίᾳ· καὶ τῇ Ματιανῇ πρὸς ἕω τῇ δὲ μεγάλῃ Μηδίᾳ πρὸς δύσιν, πρὸς ἄρκτον δʼ ἀμφοτέραις· τοῖς δὲ περὶ τὸν μυχὸν τῆς Ὑρκανίας θαλάττης καὶ τῇ Ματιανῇ ἀπὸ νότου παράκειται. ἔστι δʼ οὐ μικρὰ κατὰ τὴν δύναμιν, ὥς φησιν Ἀπολλωνίδης, ἥ γε καὶ μυρίους ἱππέας δύναται παρέχεσθαι, πεζῶν δὲ τέτταρας μυριάδας. λίμνην δʼ ἔχει τὴν Καπαῦτα, ἐν ᾗ ἅλες ἐπανθοῦντες πήττονται· εἰσὶ δὲ κνησμώδεις καὶ ἐπαλγεῖς· ἔλαιον δὲ τοῦ πάθους ἄκος, ὕδωρ δὲ γλυκὺ τοῖς καπυρωθεῖσιν ἱματίοις, εἴ τις κατʼ ἄγνοιαν βάψειεν εἰς αὐτὴν πλύσεως χάριν. ἔχουσι δʼ ἰσχυροὺς γείτονας τοὺς Ἀρμενίους καὶ τοὺς Παρθυαίους, ὑφʼ ὧν περικόπτονται πολλάκις· ἀντέχουσι δʼ ὅμως καὶ ἀπολαμβάνουσι τὰ ἀφαιρεθέντα, καθάπερ τὴν Συμβάκην ἀπέλαβον παρὰ τῶν Ἀρμενίων ὑπὸ Ῥωμαίοις γεγονότων, καὶ αὐτοὶ προσεληλύθασι τῇ φιλίᾳ τῇ πρὸς Καίσαρα· θεραπεύουσι δʼ ἅμα καὶ τοὺς Παρθυαίους.